# Epistulae 1-12

Julian the Emperor, Epistulae, Ἰουλιανὸς Λεοντίῳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/epistulae/1-12

Ὁ λογοποιὸς ὁ Θούριος ὦτα εἶπεν ἀνθρώποις ὀφθαλμῶν ἀπιστότερα. τούτῳ δ’ ἐπὶ σοῦ τὴν ἐναντίαν ἔχω γνώμην ἐγώ· πιστότερα γάρ ἐστί μοι τὰ ὦτα τῶν ὀφθαλμῶν. οὐ γάρ, εἴποτε εἶδόν σε δεκάκις, οὕτως ἂν ἐπίστευσα τοῖς ὀφθαλμοῖς, ὡς νῦν ταῖς ἀκοαῖς πιστεύω ταῖς ἐμαυτοῦ, παρ’ ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι δεδιδαγμένος, ὅτι πάντα ἀνὴρ ὢν αὐτὸς σεαυτοῦ κρείττων εἶ περὶ τὸ ῥέξαι, φησὶν Ὅμηρος, χερσί τε καὶ ποσίν. ἐπιτρέψαντες οὖν σοι τὴν τῶν ὅπλων χρῆσιν ἀπεστείλαμέν τε πανοπλίαν, ἥτις τοῖς πεζοῖς ἁρμόττει· ἐγκατελέξαμέν τέ σε τῷ τῶν οἰκείων συντάγματι.

---

Julian the Emperor, Epistulae, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg013.local001/.
