# Epistulae 1-15

Julian the Emperor, Epistulae, Προαιρεσίῳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/epistulae/1-15

Τί δὲ οὐκ ἔμελλον ἐγὼ Προαιρέσιον τὸν καλὸν προσαγορεύειν, ἄνδρα ἐπαφιέντα τοῖς νέοις λόγους, ὥσπερ οἱ ποταμοὶ τοῖς πεδίοις ἐπαφιᾶσι τὰ ῥεύματα, καὶ ζηλοῦντα τὸν Περικλέα κατὰ τοὺς λόγους ἔξω τοῦ συνταράττειν καὶ ξυγκυκᾶν τὴν Ἑλλάδα; θαυμάζειν δ’ οὐ χρὴ τὴν Λακωνικὴν εἰ πρὸς σὲ βραχυλογίαν ἐμιμησάμην. ὑμῖν γὰρ πρέπει τοῖς σοφοῖς μακροὺς πάνυ καὶ μεγάλους ποιεῖσθαι λόγους, ἡμῖν δὲ ἀρκεῖ καὶ τὰ βραχέα πρὸς ὑμᾶς. ἴσθι δῆτά μοι πολλὰ πανταχόθεν κύκλῳ πράγματα ἐπιρρεῖν. τῆς καθόδου τὰς αἰτίας, εἰ μὲν ἱστορίαν γράψεις, ἀκριβέστατα ἀπαγγελῶ σοι, δοὺς τὰς ἐπιστολὰς ἀποδείξεις ἐγγράφους· εἰ δ’ ἔγνωκας ταῖς μελέταις καὶ τοῖς γυμνάσμασιν εἰς τέλος ἄχρι γήρως προσκαρτερεῖν, οὐδὲν ἴσως μου τὴν σιωπὴν μέμψῃ.

---

Julian the Emperor, Epistulae, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg013.local001/.
