# Epistulae 1-22

Julian the Emperor, Epistulae, Ἀλεξανδρεῦσι διάταγμα. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/epistulae/1-22

Ἐχρῆν τὸν ἐξελαθέντα βασιλικοῖς πολλοῖς πάνυ καὶ πολλῶν αὐτοκρατόρων προστάγμασιν ἓν γοῦν ἐπίταγμα περιμεῖναι βασιλικόν, εἶθ’ οὕτως εἰς τὴν ἑαυτοῦ κατιέναι, ἀλλὰ μὴ τόλμῃ μηδ’ ἀπονοίᾳ χρησάμενον ὡς οὐκ οὖσιν ἐνυβρίζειν τοῖς νόμοις, ἐπεί τοι καὶ τὸ νῦν τοῖς Γαλιλαίοις τοῖς φυγαδευθεῖσιν ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου οὐ κάθοδον εἰς τὰς ἐκκλησίας αὐτῶν, ἀλλὰ τὴν εἰς τὰς πατρίδας συνεχωρήσαμεν. Ἀθανάσιον δὲ πυνθάνομαι τὸν τολμηρότατον ὑπὸ τοῦ συνήθους ἐπαρθέντα θράσους ἀντιλαβέσθαι τοῦ λεγομένου παρ’ αὐτοῖς ἐπισκοπῆς θρόνου, τοῦτο δὲ εἶναι καὶ τῷ θεοσεβεῖ τῶν Ἀλεξανδρέων δήμῳ οὐ μετρίως ἀηδές. ὅθεν αὐτῷ προαγορεύομεν ἀπιέναι τῆς πόλεως, ἐξ ἧς ἂν ἡμέρας τὰ τῆς ἡμετέρας ἡμερότητος γράμματα δέξηται παραχρῆμα· μένοντι δ’ αὐτῷ τῆς πόλεως εἴσω μείζους πολὺ καὶ χαλεπωτέρας προαγορεύομεν τιμωρίας.

---

Julian the Emperor, Epistulae, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg013.local001/.
