# Epistulae 1-24

Julian the Emperor, Epistulae, Βασιλείῳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/epistulae/1-24

Ἡ μὲν παροιμία φησὶν Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας Ὦ χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρ’ ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον. ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς μὴ πάρεργον αὐτὰ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοὶ καὶ πάντως ἱκανοὶ πρὸς πάντα. διδοῦσιν οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως, ἧς μόνης οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθ’ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλοις ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων· ἔνθεν ἔξεστιν ἡμῖν· ἀπείη δὲ φθόνος· ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς. ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἐμαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα.

---

Julian the Emperor, Epistulae, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg013.local001/.
