# Epistulae 1-54

Julian the Emperor, Epistulae, Εὐγενίῳ φιλοσόφῳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/epistulae/1-54

Δαίδαλον μὲν Ἰκάρῳ φασὶν ἐκ κηροῦ πτερὰ συμπλάσαντα τολμῆσαι τὴν φύσιν βιάσασθαι τῇ τέχνῃ. ἐγὼ δὲ ἐκεῖνον μὲν εἰ καὶ τῆς τέχνης ἐπαινῶ, τῆς γνώμης οὐκ ἄγαμαι· μόνος γὰρ κηρῷ λυσίμῳ τοῦ παιδὸς ὑπέμεινε τὴν σωτηρίαν πιστεῦσαι. εἰ δέ μοι θέμις ἦν κατὰ τὸν Τήιον ἐκεῖνον μελοποιὸν τὴν τῶν ὀρνίθων ἀλλάξασθαι φύσιν, οὐκ ἂν δήπου πρὸς Ὄλυμπον οὐδὲ ὑπὲρ μέμψεως ἐρωτικῆς, ἀλλ’ εἰς αὐτοὺς ἂν τῶν ὑμετέρων ὀρῶν τοὺς πρόποδας ἔπτην, ἵνα σὲ τὸ μέλημα τοὐμόν, ὥς φησιν ἡ Σαπφώ, περιπτύξωμαι. ἐπεὶ δέ με ἀνθρωπίνου σώματος δεσμῷ κατακλείσασα ἡ φύσις οὐκ ἐθέλει πρὸς τὸ μετέωρον ἁπλῶσαι, τῶν λόγων οἷς ἔχω σε πτεροῖς μετέρχομαι, καὶ γράφω, καὶ σύνειμι τὸν δυνατὸν τρόπον. πάντως που καὶ Ὅμηρος αὐτοὺς οὐκ ἄλλου του χάριν ἢ τούτου πτερόεντας ὀνομάζει, διότι δύνανται πανταχοῦ φοιτᾶν, ὥσπερ οἱ ταχύτατοι τῶν ὀρνίθων ᾗ ἂν ἐθέλωσιν ᾄττοντες. γράφε δὲ καὶ αὐτός, ὦ φίλος· ἴση γὰρ δήπου σοι τῶν λόγων, εἰ μὴ καὶ μείζων, ὑπάρχει πτέρωσις, ᾗ τοὺς ἑταίρους μεταβῆναι δύνασαι καὶ πανταχόθεν ὡς παρὼν εὐφραίνειν.

---

Julian the Emperor, Epistulae, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg013.local001/.
