# Epistulae 15

Julian the Emperor, Epistulae, Fragmentum Epistolae [= 89b]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/epistulae/15

Μήτε Ἐπικούρειος εἰσίτω λόγος μήτε Πυρρώνειος· ἤδη μὲν γὰρ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ ἀνῃρήκασιν, ὥστε ἐπιλείπειν καὶ τὰ πλεῖστα τῶν βιβλίων. ὅμως οὐδὲν κωλύει τύπου χάριν ἐπιμνησθῆναι μὲν καὶ τούτων, ὁποίων χρὴ μάλιστα τοὺς ἱερέας ἀπέχεσθαι λόγων, εἰ δὲ λόγων, πολὺ πρότερον ἐννοιῶν. οὐδὲ γὰρ οἶμαι ταὐτόν ἐστιν ἁμάρτημα γλώττης καὶ διανοίας, ἀλλ’ ἐκείνην χρὴ μάλιστα θεραπεύειν, ὡς καὶ τῆς γλώττης ἐκείνῃ συνεξαμαρτανούσης. ἐκμανθάνειν χρὴ τοὺς ὕμνους τῶν θεῶν· εἰσὶ δὲ οὗτοι πολλοὶ μὲν καὶ καλοὶ πεποιημένοι παλαιοῖς καὶ νέοις· οὐ μὴν ἀλλ’ ἐκείνους πειρατέον ἐπίστασθαι τοὺς ἐν τοῖς ἱεροῖς ᾀδομένους. οἱ πλεῖστοι γὰρ ὑπ’ αὐτῶν τῶν θεῶν ἱκετευθέντων ἐδόθησαν, ὀλίγοι δέ τινες ἐποιήθησαν καὶ παρὰ ἀνθρώπων, ὑπὸ πνεύματος ἐνθέου καὶ ψυχῆς ἀβάτου τοῖς κακοῖς ἐπὶ τῇ τῶν θεῶν τιμῇ συγκείμενοι.

---

Julian the Emperor, Epistulae, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg013.local001/.
