# Epistulae 16

Julian the Emperor, Epistulae, Fragmentum Epistolae [= 89b]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/epistulae/16

Ταῦτά γε ἄξιον ἐπιτηδεύειν καὶ εὔχεσθαι πολλάκις τοῖς θεοῖς ἰδία καὶ δημοσίᾳ, μάλιστα μὲν τρὶς τῆς ἡμέρας, εἰ δὲ μή, πάντως ὄρθρου γε καὶ δείλης· οὐδὲ γὰρ εὔλογον ἄθυτον ἄγειν ἡμέραν ἢ νύκτα τὸν ἱερωμένον· ἀρχὴ δὲ ὄρθρος μὲν ἡμέρας, ὀψία δὲ νυκτός. εὔλογον δὲ ἀμφοτέρων τοῖς θεοῖς ἀπάρχεσθαι τῶν διαστημάτων, ὅταν ἔξωθεν τῆς ἱερατικῆς ὄντες τυγχάνωμεν λειτουργίας· ὡς τά γε ἐν τοῖς ἱεροῖς, ὅσα πάτριος διαγορεύει νόμος, φυλάττειν πρέπει, καὶ οὔτε πλέον οὔτε ἔλαττόν τι ποιητέον αὐτῶν· ἀίδια γάρ ἐστι τὰ τῶν θεῶν· ὥστε καὶ ἡμᾶς χρὴ μιμεῖσθαι τὴν οὐσίαν αὐτῶν, ἵν’ αὐτοὺς ἱλασκώμεθα διὰ τοῦτο πλέον.

---

Julian the Emperor, Epistulae, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg013.local001/.
