# Epistulae 2-3

Julian the Emperor, Epistulae, Μαξίμῳ φιλοσόφῳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/epistulae/2-3

Ἀλλ’ ὁρᾷς ὅτι μεγάλα καὶ πολλὰ παρέδραμον. μάλιστά σε πυθέσθαι ἄξιον, πῶς μὲν ἀθρόως τῆς ἐπιφανείας ᾐσθόμεθα τῶν θεῶν, τίνα δὲ τρόπον τὸ τοσοῦτον τῶν ἐπιβούλων πλῆθος διαπεφεύγαμεν, κτείναντες οὐδένα, χρήματα οὐδενὸς ἀφελόμενοι, φυλαξάμενοι δὲ μόνον οὓς ἐλαμβάνομεν ἐπ’ αὐτοφώρῳ. ταῦτα μὲν οὖν ἴσως οὐ γράφειν, ἀλλὰ φράζειν χρή, οἶμαι δέ σε καὶ μάλα ἡδέως πεύσεσθαι. θρησκεύομεν τοὺς θεοὺς ἀναφανδόν, καὶ τὸ πλῆθος τοῦ συγκατελθόντος μοι στρατοπέδου θεοσεβές ἐστιν. ἡμεῖς φανερῶς βουθυτοῦμεν. ἀπεδώκαμεν τοῖς θεοῖς χαριστήρια ἑκατόμβας πολλάς. ἐμὲ κελεύουσιν οἱ θεοὶ τὰ πάντα ἁγνεύειν εἰς δύναμιν, καὶ πείθομαί γε καὶ προθύμως αὐτοῖς· μεγάλους γὰρ καρποὺς τῶν πόνων ἀποδώσειν φασίν, ἢν μὴ ῥᾳθυμῶμεν. ἦλθε πρὸς ἡμᾶς Εὐάγριος τοῦ παρ’ ἡμῖν τιμωμένου θεοῦ.

---

Julian the Emperor, Epistulae, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg013.local001/.
