# Epistulae 21

Julian the Emperor, Epistulae, Fragmentum Epistolae [= 89b]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/epistulae/21

Προσεκτέον γὰρ μάλιστα τῷ μέρει τούτῳ, καὶ τὴν ἰατρείαν ἐντεῦθεν ποιητέον. ἐπειδὴ γὰρ οἶμαι συνέβη τοὺς πένητας ἀμελεῖσθαι παρορωμένους ὑπὸ τῶν ἱερέων, οἱ δυσσεβεῖς Γαλιλαῖοι κατανοήσαντες ἐπέθεντο ταύτῃ τῇ φιλανθρωπίᾳ, καὶ τὸ χείριστον τῶν ἔργων διὰ τοῦ εὐδοκιμοῦντος τῶν ἐπιτηδευμάτων ἐκράτυναν. ὥσπερ γὰρ οἱ τὰ παιδία διὰ τοῦ πλακοῦντος ἐξαπατῶντες τῷ καὶ δὶς καὶ τρὶς προέσθαι πείθουσιν ἀκολουθεῖν ἑαυτοῖς, εἶθ̓, ὅταν ἀποστήσωσι πόρρω τῶν οἰκείων, ἐμβάλλοντες εἰς ναῦν ἀπέδοντο, καὶ γέγονεν εἰς ἅπαντα τὸν ἑξῆς βίον πικρὸν τὸ δόξαν πρὸς ὀλίγον γλυκύ, τὸν αὐτὸν καὶ αὐτοὶ τρόπον ἀρξάμενοι διὰ τῆς λεγομένης παρ’ αὐτοῖς ἀγάπης καὶ ὑποδοχῆς καὶ διακονίας τραπεζῶν· ἔστι γὰρ ὥσπερ τὸ ἔργον, οὕτω δὲ καὶ τοὔνομα παρ’ αὐτοῖς πολύ· πλείστους ἐνήγαγον εἰς τὴν ἀθεότητα.

---

Julian the Emperor, Epistulae, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg013.local001/.
