# Testimonia 1

Julian the Emperor, Testimonia, Volume 2b,238,T. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/testimonia/1

EUNAPIOS EX. DE SENTENT. p. 77, 8 Boiss.: τῆς δὲ στρατείας ταύτης σφοδροτάτης τε ἅμα καὶ κλεινοτάτης τῶν πρὸ αὐτῆς γενομένων τὴν διήγησιν ἐς τήνδε τὴν γραφὴν ἐντείνοντες οὐ πεισόμεθα ταὐτὸν τοῖς ἐν ἡμέραι δᾶιδας ἀνασχοῦσιν, ἵνα τι κρυπτόμενον ἀνεύρωσιν, οὐδὲ ὑπὲρ ὧν ἱκανῶς ἅμα καὶ συνενθουσιῶν τοῖς ἑαυτοῦ καλοῖς βιβλίδιον ὅλον τῆιδε ἀναθεὶς τῆι μάχηι διῆλθεν ὁ βασιλικώτατος καὶ ἐν λόγοις Ἰουλιανός, αὐτοὶ παραβαλούμεθα καὶ συνεκθήσομεν ἑτέραν γραφὴν τὰ αὐτὰ σημαίνουσαν, ἀλλὰ τοῖς μὲν βουλομένοις τὸ μέγεθος τῶν ἐκείνου λόγων τε καὶ ἔργων ἀνασκοπεῖν <ἀναγινώσκειν> τὸ περὶ τούτων βιβλίον ἐπιτάξομεν, καὶ πρὸς ἐκείνην φέρεσθαι τὴν ἀκτῖνα τῆς συγγραφῆς, ἐκ τῆς ἐνεργείας τῶν τότε ὑπ' αὐτοῦ πραχθέντων ἐπὶ τὴν τοῦ λόγου δύναμιν ἀπορρυεῖσαν καὶ διαλάμψασαν.

---

Flavius Claudius Julianus Imperator Phil. Julian the Apostate, Testimonia. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg019.local001/.
