# Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν 16

Julian the Emperor, Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν, Section 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-10/16

αἰσθέσθαι οὖν μοι δοκεῖ τοῦ θεοῦ τούτου πρώτη παρ’ Ἕλλησι καὶ τὴν ἐσομένην ἐπιφάνειαν αὐτοῦ οὐκ εἰς μακρὰν προαγορεύσασα κινῆσαι μὲν θᾶττον ἢ προσῆκον ἦν τινὰ τῶν περὶ αὐτὸν ὀργίων, οὐκ ἀνασχομένη τὸν εἱμαρμένον περιμεῖναι χρόνον, εἶτα ἀναλωθῆναι πρὸς τοῦ πυρὸς τοῦ ῥυέντος ἐπ’ αὐτήν. ἐπεὶ δὲ ἐδέδοκτο τῷ Διὶ κοινῇ πᾶσιν ἀνθρώποις ἐνδοῦναι ἀρχὴν καταστάσεως ἑτέρας καὶ μεταβαλεῖν αὐτοὺς ἐκ τοῦ νομαδικοῦ βίου πρὸς τὸν ἡμερώτερον, ἐξ Ἰνδῶν ὁ Διόνυσος αὔτοπτος ἐφαίνετο δαίμων, ἐπιφοιτῶν τὰς πόλεις, ἄγων μεθ’ ἑαυτοῦ στρατιὰν πολλὴν δαιμονίων τινῶν καὶ διδοὺς ἀνθρώποις κοινῇ μὲν ἅπασι σύμβολον τῆς ἐπιφανείας αὐτοῦ τὸ τῆς ἡμερίδος φυτόν, ὑφ’ οὗ μοι δοκοῦσιν, ἐξημερωθέντων αὐτοῖς τῶν περὶ τὸν βίον, Ἕλληνες τῆς ἐπωνυμίας αὐτὸ ταύτης ἀξιῶσαι, μητέρα δ’ αὐτοῦ προσειπεῖν τὴν Σεμέλην διὰ τὴν πρόρρησιν, ἄλλως τε καὶ τοῦ θεοῦ τιμῶντος αὐτήν, ἅτε πρώτην ἱερόφαντιν τῆς ἔτι μελλούσης ἐπιφοιτήσεως. Οὔσης δέ, ὡς ἄν τις ἀκριβῶς σκοπῶν ἐξετάσειε, τῆς ἱστορίας τοιαύτης, οἱ τὸν Διόνυσον ὅστις ποτ’ ἐστὶ θεῶν ζητοῦντες τἀληθὲς ἔχον ὡς ἔφην εἰς μῦθον διεσκεύασαν, αἰνιττόμενοι τήν τε οὐσίαν τοῦ θεοῦ καὶ τὴν ἐν τοῖς νοητοῖς παρὰ τῷ πατρὶ κύησιν καὶ τὸν ἀγέννητον αὐτοῦ τόκον ἐν τῷ κόσμῳ... ἐν τῷ παντί, καὶ τἆλλα ἐφεξῆς ὅσα τοῦ ζητεῖν ἦν ἄξια, φράζειν δέ γ’ οὐ ῥᾴδια ἐμοί, τυχὸν μὲν καὶ διὰ τὸ ἀγνοεῖν ἔτι περὶ αὐτῶν τὸ ἀκριβές, τυχὸν δὲ καὶ οὐκ ἐθέλοντι τὸν κρύφιον ἅμα καὶ φανερὸν θεὸν ὥσπερ ἐν θεάτρῳ προβάλλειν ἀκοαῖς ἀνεξετάστοις καὶ διανοίαις ἐπὶ πάντα μάλλον ἢ τὸ φιλοσοφεῖν τετραμμέναις. Ἀλλ’ ὑπὲρ μὲν τούτων ἴστω Διόνυσος αὐτός, ᾧ καὶ προσεύχομαι τάς τε ἐμὰς καὶ τὰς ὑμετέρας ἐκβακχεῦσαι φρένας ἐπὶ τὴν ἀληθῆ τῶν θεῶν γνῶσιν, ὡς ἂν μὴ πολὺν ἀβάκχευτοι χρόνον τῷ θεῷ μένοντες ὁπόσα ὁ Πενθεὺς πάθωμεν, ἴσως μὲν καὶ ζῶντες, πάντως δὲ ἀπαλλαγέντες τοῦ σώματος. ὅτῳ γὰρ ἂν μὴ τὸ πεπληθυσμένον τῆς ζωῆς ὑπὸ τῆς ἑνοειδοῦς καὶ ἐν τῷ μεριστῷ παντελῶς ἀδιαιρέτου ὅλης τε ἐν πᾶσιν ἀμιγοῦς προϋπαρχούσης οὐσίας τοῦ Διονύσου τελεσιουργηθῇ διὰ τῆς περὶ τὸν θεὸν ἐνθέου βακχείας, τούτῳ κίνδυνος ἐπὶ πολλὰ ῥυῆναι τὴν ζωήν, ῥυεῖσαν δὲ διεσπάσθαι καὶ διασπασθεῖσαν οἴχεσθαι· τὸ δὲ ῥυεῖσαν καὶ διασπασθεῖσαν μὴ προσέχων τις τοῖς ῥήμασιν ὑδάτιον μηδὲ λίνου μήρινθον ἀκροάσθω, ξυνιέτω δὲ τὰ λεγόμενα τρόπον ἄλλον, ὃν Πλάτων, ὃν Πλωτῖνος, ὃν Πορφύριος, ὃν ὁ δαιμόνιος Ἰάμβλιχος. ὃς δ’ ἂν μὴ ταύτῃ ποιῇ, γελάσεται μέν, ἴστω μέντοι Σαρδώνιον γελῶν ἔρημος ὢν ἀεὶ τῆς τῶν θεῶν γνώσεως, ἧς ἀντάξιον οὐδὲ τὸ πᾶσαν ὁμοῦ μετὰ τῆς τῶν Ῥωμαίων ἐπιτροπεῦσαι τὴν βαρβάρων ἔγωγε θείμην ἄν, οὐ μὰ τὸν ἐμὸν δεσπότην Ἥλιον. ἀλλά με πάλιν οὐκ οἶδ’ ὅστις θεῶν ἐπὶ ταῦτ’ ἐβάκχευσεν οὐ προελόμενον.

---

Julian the Emperor, Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg007.local001/.
