# Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν 3

Julian the Emperor, Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-10/3

Τοῦ δὲ τοιούτου προβαίνοντος καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῦντος, εἵλκυσαν ἐντεῦθεν οἱ ποιηταὶ τὸν αἶνον, ὃς τοῦ μύθου διαφέρει τῷ μὴ πρὸς παῖδας, ἀλλὰ πρὸς ἄνδρας πεποιῆσθαι καὶ μὴ ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ παραίνεσιν ἔχειν τινά. βούλεται γὰρ ἐπικρυπτόμενος παραινεῖν τε καὶ διδάσκειν, ὅταν ὁ λέγων τὸ φανερῶν εἰπεῖν εὐλαβῆται, τὴν παρὰ τῶν ἀκουόντων ὑφορώμενος ἀπέχθειαν. οὕτω τοι καὶ Ἡσίοδος αὐτὸ φαίνεται πεποιηκώς· ὁ δὲ μετὰ τοῦτον Ἀρχίλοχος ὥσπερ ἥδυσμά τι περιτιθεὶς τῇ ποιήσει, μύθοις οὐκ ὀλιγάκις ἐχρήσατο ὁρῶν, ὡς εἰκός, τὴν μὲν ὑπόθεσιν, ἣν μετῄει, τῆς τοιαύτης ψυχαγωγίας ἐνδεῶς ἔχουσαν, σαφῶς δὲ ἐγνωκώς, ὅτι στερομένη μύθου ποίησις ἐποποιΐα μόνον ἐστίν, ἐστέρηται δέ, ὡς ἂν εἴποι τις, ἑαυτῆς, οὐ γὰρ ἔτι λείπεται ποίησις, ἡδύσματα ταῦτα παρὰ τῆς ποιητικῆς Μούσης ἐδρέψατο, καὶ παρέθηκέ γε αὐτοῦ τούτου χάριν, ὅπως μὴ σιλλογράφος τις, ἀλλὰ ποιητὴς νομισθείη. Ὁ δὲ δὴ τῶν μύθων Ὅμηρος ἢ Θουκυδίδης ἢ Πλάτων, ἢ ὅ, τι βούλει καλεῖν αὐτόν, Αἴσωπος ἦν ὁ Σάμιος, δοῦλος τὴν τύχην μᾶλλον ἢ τὴν προαίρεσιν, οὐκ ἄφρων μὴν οὐδὲ κατ’ αὐτὸ τοῦτο ἀνήρ. ᾧ γὰρ ὁ νόμος οὐ μετεδίδου παρρησίας, τούτῳ προσῆκον ἦν ἐσκιαγραφημένας τὰς συμβουλὰς καὶ πεποικιλμένας ἡδονῇ καὶ χάριτι παραφέρειν, ὥσπερ οἶμαι τῶν ἰατρῶν οἱ μὲν ἐλεύθεροι τὸ δέον ἐπιτάττουσιν, ἐὰν δὲ ἅμα τις οἰκέτης γένηται τὴν τύχην καὶ τὴν τέχνην ἰατρός, πράγματα ἔχει κολακεύειν ἅμα καὶ θεραπεύειν τὸν δεσπότην ἀναγκαζόμενος.

---

Julian the Emperor, Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg007.local001/.
