# Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον 20

Julian the Emperor, Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον, Section 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-12/20

τοῦτο τέλος τῆς μάχης ἐκείνης γέγονε, τρεῖς μὲν ἢ τέτταρας ἀφελομένης τῶν παρ’ ἡμῖν, Παρθυαίων δὲ τὸν ἐπὶ τῇ βασιλείᾳ τρεφόμενον, ἁλόντα πρότερον, καὶ τῶν ἀμφʼ αὐτὸν παμπληθεῖς ξυνδιαφθειράσης. τούτοις δὲ ἅπασι δρωμένοις ὁ μὲν τῶν βαρβάρων ἡγεμὼν οὐδὲ ὄναρ παρῆν· οὐδὲ γὰρ ἐπέσχε τὴν φυγὴν πρὶν ἢ κατὰ νώτου τὸν ποταμὸν ἐποιήσατο· αὐτὸς δὲ διέμενες ἐν τοῖς ὅπλοις δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἁπάσης, συμμετέχων μὲν τοῖς κρατοῦσι τῶν ἀγωνισμάτων, τοῖς πονοῦσι δὲ ἐπαρκῶν διὰ ταχέων. ὑπὸ δὲ τῆς ἀνδρείας καὶ τῆς εὐψυχίας εἰς τοσοῦτον τὸν ἀγῶνα μετέστησας, ὥστε αὐτοὺς μὲν ἐπὶ τὴν αὑτῶν τῆς ἡμέρας ἐπιλαβούσης ἀσμένως ἀποσώζεσθαι, ἀναχωρεῖν δὲ ἐκ τῆς μάχης, ἑπομένου σου, καὶ τοὺς τραυματίας· οὕτω τὸ δέος πᾶσιν ἀνῆκας τῆς φυγῆς. ποῖον οὖν ἥλω φρούριον; τίς δὲ ἐπολιορκήθη πόλις; τίνος δὲ ἀποσκευῆς οἱ πολέμιοι κρατήσαντες ἔσχον ἐφʼ ὅτῳ σεμνύνωνται μετὰ τὸν πόλεμον; Ἀλλʼ ἴσως, φήσει τις, τὸ μηδέποτε τῶν πολεμίων ἧττον ἔχοντα ἀπελθεῖν εὐτυχὲς καὶ εὔδαιμον ἡγητέον, τὸ δὲ ἀντιστῆναι τῇ τύχῃ ῥωμαλεώτερον καὶ μείζονος ἀρετῆς ὑπάρχει σημεῖον. Τίς μὲν γὰρ ἀγαθὸς κυβερνήτης ἐν εὐδίᾳ τὴν ναῦν κατευθύνων, γαλήνης ἀκριβοῦς κατεχούσης τὸ πέλαγος; τίς δὲ ἡνίοχος ἅρματος δεξιὸς ἐν ὁμαλῷ καὶ λείῳ χωρίῳ εὐπειθεῖς καὶ πρᾴους καὶ ταχεῖς ἵππους ζευξάμενος, εἶτα ἐν τούτοις ἐπιδεικνύμενος τὴν τέχνην; πόσῳ δὲ ἀμείνων νεὼς μὲν ἰθυντὴρ ὁ καὶ τὸν μέλλοντα χειμῶνα προμαθὼν καὶ προαισθόμενος καὶ πειραθείς γε τοῦτον ἐκκλῖναι, εἶτα δι’ ἁσδηποτοῦν αἰτίας ἐμπεσὼν καὶ διασώσας ἀπαθῆ τὴν ναῦν αὐτῷ φόρτῳ; ἄρματος δʼ ἐπιστάτης ὁ καὶ πρὸς χωρίων ἀγωνιζόμενος τραχύτητα καὶ τοὺς ἵππους μετατιθεὶς ἅμα καὶ βιαζόμενος, ἤν τι πλημμελῶσιν; ὅλως δὲ οὐδεμίαν ἄξιον τέχνην μετὰ τῆς τύχης ἐξετάζειν, ἀλλʼ αὐτὴν ἐφʼ αὑτῆς σκοπεῖν. οὐδὲ στρατηγὸς ἀμείνων ὁ Κλέων Νικίου, ἐπειδὴ τὰ περὶ τὴν Πύλον ηὐτύχησεν, οὐδʼ ἄλλος οὐδεὶς τῶν τύχῃ μᾶλλον ἢ γνώμῃ κρατούντων. ἐγὼ δὲ εἰ μὴ καὶ τὴν τύχην τὴν σὴν ἀμείνω καὶ δικαιοτέραν τῆς τῶν ἀντιταξαμένων, μᾶλλον δὲ τῆς ἁπάντων ἀνθρώπων κρατίστην φήσαιμι, ἀδικεῖν ἂν εἰκότως δοκοίην, τὴν μὴ παρασχοῦσαν τοῖς πολεμίοις αἰσθέσθαι τὸ πλεονέκτημα. χρὴ γὰρ οἶμαι τὸν δικαίως ὑπὲρ τῶν ῥηθέντων κρινοῦντα τὸ μὲν ἐλάττωμα τῇ τοῦ πνίγους ἀνανταγωνίστῳ ῥώμῃ λογίζεσθαι, τὸ δὲ εἰς ἴσον καταστῆσαι τοὺς πολεμίους ταῖς συμφοραῖς τῆς σῆς ἀρετῆς ἔργον ὑπολαβεῖν, τὸ δὲ τῶν μὲν οἰκείων αἰσθέσθαι συμφορῶν, ἀγνοῆσαι δὲ τὰ κατορθώματα τῆς ἀγαθῆς τύχης ἔργον λογίζεσθαι.

---

Julian the Emperor, Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg001.local001/.
