# Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον 22.1

Julian the Emperor, Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον, Section 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-12/22.1

Πέρσαι δὲ ἐξ ἐκείνου τὸν καιρὸν τοῦτον παραφυλάξαντες, ὡς ἐξ ἐφόδου τὴν Συρίαν ληψόμενοι, πᾶσαν ἐξαναστήσαντες ἡλικίαν καὶ φύσιν καὶ τύχην ἐφʼ ἡμᾶς ὥρμηντο, ἄνδρες, μειράκια, πρεσβῦται καὶ γυναικῶν πλῆθος καὶ θεραπόντων, οὐ μόνον τῶν πρὸς τὸν πόλεμον ὑπουργιῶν χάριν, ἐκ περιουσίας δὲ πλεῖστον ἑπόμενον. διενοοῦντο γὰρ ὡς καὶ τὰς πόλεις καθέξοντες καὶ τῆς χώρας ἤδη κρατήσαντες κληρούχους ἡμῖν ἐπάγειν. κενὰς δὲ ἀπέφηνεν αὐτοῖς τὰς προσδοκίας τῆς παρασκευῆς τῆς σῆς τὸ μέγεθος. ἐπειδὴ γὰρ ἐς πολιορκίαν κατέστησαν, ἐπετειχίζετο μὲν ἡ πόλις κύκλῳ τοῖς χώμασιν, ἐπέρρει δὲ ὁ Μυγδόνιος πελαγίζων τὸ περὶ τῷ τείχει χωρίον, καθάπερ ὁ Νεῖλος, φασί, τὴν Αἴγυπτον. προσήγετο δὲ ἐπὶ νεῶν ταῖς ἐπάλξεσι τὰ μηχανήματα, καὶ ἐπιπλεῖν ἄλλοι διενοοῦντο τοῖς τείχεσιν, ἄλλοι δὲ ἔβαλλον ἀπὸ τῶν χωμάτων τοὺς ἀμυνομένους ὑπὲρ τῆς πόλεως. οἱ δὲ ἐκ τῶν τειχῶν ἤμυνον καρτερῶς τῇ πόλει. μεστὰ δὲ ἦν ἅπαντα σωμάτων καὶ ναυαγίων καὶ ὅπλων καὶ βελῶν, τῶν μὲν ἄρτι καταδυομένων, τῶν δέ, ἐπειδὴ τὸ πρῶτον ὑπὸ τῆς βίας κατενεχθέντα κατέδυ, κουφιζομένων ὑπὸ τοῦ κύματος. ἀσπίδες μὲν ἐπενήχοντο βαρβάρων παμπληθεῖς καὶ νεῶν σέλματα συντριβομένων ἐπʼ αὐταῖς τῶν μηχανημάτων. βελῶν πλῆθος ἐπινηχόμενον μικροῦ δεῖν ἐπεῖχεν ἅπαν τὸ μεταξὺ τοῦ τείχους καὶ τῶν χωμάτων. ἐτέτραπτο δὲ ἡ λίμνη πρὸς λύθρον, καὶ κύκλῳ τὸ τεῖχος ἐπήχουν οἰμωγαὶ βαρβάρων ὀλλύντων μὲν οὐδαμῶς, ὀλλυμένων δὲ πολυτρόπως καὶ τιτρωσκομένων ποικίλοις τραύμασι. Τίς ἂν ἀξίως τῶν δρωμένων διηγοῖτο; πῦρ μὲν ἐνίετο ταῖς ἀσπίσιν, ἐξέπιπτον δὲ τῶν ὁπλιτῶν ἡμίκαυτοι πολλοί, ἄλλοι δὲ ἀποδιδράσκοντες τὴν φλόγα τὸν ἐκ τῶν βελῶν οὐκ ἀπέφευγον κίνδυνον· ἀλλʼ οἱ μὲν ἔτι νηχόμενοι τὰ νῶτα τρωθέντες ἐς βυθὸν κατεδύοντο, οἱ δὲ ἐξαλλόμενοι τῶν μηχανημάτων πρὶν ὕδατος ἅψασθαι βληθέντες οὐ σωτηρίαν, κουφότερον δὲ εὗρον τὸν θάνατον. τοὺς δὲ οὐδὲ νεῖν εἰδότας ἀκλεέστερον τῶν πρόσθεν ἀπολλυμένους τίς ἂν ἀξιώσειεν ἀριθμοῦ καὶ μνήμης; ἐπιλείψει με, καθʼ ἕκαστον εἰ πᾶσιν ἐπεξελθεῖν βουλοίμην, ὁ χρόνος· τὸ κεφάλαιον δὲ ἀκούειν ἀπόχρη. ταύτην ἥλιος ἐπεῖδε τὴν μάχην ἄγνωστον ἀνθρώποις τὸν ἔμπροσθεν χρόνον· ταῦτα τὴν παλαιὰν ἀλαζονείαν ἤλεγξε τῶν Μήδων τῦφον ὄντα κενόν· ταῦτα τῆς Ξέρξου παρασκευῆς ἀπιστουμένης τέως τὸ μέγεθος, εἰ τοσαύτη γενομένη τέλος ἔσχεν αἰσχρὸν καὶ ἐπονείδιστον, ἐναργέστερον τῶν δοκούντων εἶναι γνωρίμων ἡμῖν κατέστησεν. ὁ μὲν ἐπειρᾶτο πλεῖν καὶ πεζεύειν ἀπεναντίον τῇ φύσει μαχόμενος καί, ὥσπερ οὖν ᾤετο, κρατῶν ἠπείρου φύσεως καὶ θαλάττης ἀνδρὸς Ἕλληνος ἡττᾶτο σοφίας καὶ ῥώμης στρατιωτῶν οὐ τρυφᾶν μεμελετηκότων οὐδὲ δουλεύειν, ἀλλʼ ἐλευθέρως ἄρχεσθαι καὶ πονεῖν εἰδότων. ὁ δὲ ταῖς παρασκευαῖς ἐκείνου καταδεέστερος, ἔμπληκτος δὲ μᾶλλον καὶ τῇ μανίᾳ τοὺς Ἀλωάδας ὑπερβαλλόμενος μόνον οὐχὶ τὸ πλησίον ὄρος ἐγνωκὼς ἀμφικαλύψαι τῇ πόλει, ἐπαφιεὶς δὲ ποταμῶν ῥεύματα καὶ τὰ τείχη διαλύσας οὐδὲ ἀτειχίστου τῆς πόλεως περιγενόμενος ἔσχεν ἐφʼ ὅτῳ σεμνύνηται, καθάπερ ὁ Ξέρξης ταῖς Ἀθήναις ἐμβαλὼν τὴν φλόγα. ἐπανῄει δὲ τεττάρων μηνῶν ἀναλώσας χρόνον μυριάσι πολλαῖς ἧττον ἀπάγων τὸ σράτευμα, καὶ τὴν ἡσυχίαν ἠγάπησεν ὁ πρόσθεν ἀφόρητος δοκῶν, τὴν σὴν ἀσχολίαν καὶ τὴν τῶν παρ’ ἡμῖν πραγμάτων ταραχὴν ὥσπερ ἔρυμα τῆς αὑτοῦ προβαλλόμενος σωτηρίας. Ταῦτα καταλιπὼν ἐπὶ τῆς Ἀσίας τρόπαια καὶ νίκας, ἐπὶ τὴν Εὐρώπην ἀκμῆτας ἦγες τὸ στράτευμα, τὴν οἰκουμένην ἅπασαν ἐμπλῆσαι τροπαίων ἐγνωκώς.

---

Julian the Emperor, Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg001.local001/.
