# Κατὰ Γαλιλαίων 10

Julian the Emperor, Κατὰ Γαλιλαίων, Paragraph 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-2/10

Ἐν δὴ τούτοις Μωυσῆς οὔτε τὴν ἄβυσσον πεποιῆσθαί φησιν ὑπὸ τοῦ θεοῦ οὔτε τὸ σκότος οὔτε τὸ ὕδωρ· καίτοι χρῆν δήπουθεν εἰπόντα περὶ τοῦ φωτός, ὅτι προστάξαντος θεοῦ γέγονεν, εἰπεῖν ἔτι καὶ περὶ τῆς νυκτὸς καὶ περὶ τῆς ἀβύσσου καὶ περὶ τοῦ ὕδατος. ὁ δὲ οὐδὲν εἶπεν ὡς περὶ οὐ γεγονότων ὅλως, καίτοι πολλάκις ἐπιμνησθεὶς αὐτῶν. πρὸς τούτοις οὔτε τῆς τῶν ἀγγέλων μέμνηται γενέσεως ἢ ποιήσεως οὐδ̓ ὅντινα τρόπον παρήχθησαν, ἀλλὰ τῶν περὶ τὸν οὐρανὸν μόνον καὶ περὶ τὴν γῆν σωμάτων, ὡς εἶναι τὸν θεὸν κατὰ τὸν Μωυσέα ἀσωμάτων μὲν οὐδενὸς ποιητήν, ὕλης δὲ ὑποκειμένης κοσμήτορα. τὸ γὰρ Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος οὐδὲν ἕτερόν ἐστιν ἢ τὴν μὲν ὑγρὰν καὶ ξηρὰν οὐσίαν ὕλην ποιοῦντος, κοσμήτορα δὲ αὐτῆς τὸν θεὸν εἰσάγοντος.

---

Julian the Emperor, Κατὰ Γαλιλαίων, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg017.local001/.
