# Κατὰ Γαλιλαίων 3

Julian the Emperor, Κατὰ Γαλιλαίων, Paragraph 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-2/3

Μικρὸν δὲ ἀναλαβεῖν ἄξιον, ὅθεν ἡμῖν ἥκει καὶ ὅπως ἔννοια θεοῦ τὸ πρῶτον, εἶτα παραθεῖναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα, καὶ μετὰ τοῦτο ἐπανερέσθαι τοὺς οὔτε Ἕλληνας οὔτε Ἰουδαίους, ἀλλὰ τῆς Γαλιλαίων ὄντας αἱρέσεως, ἀνθ̓ ὅτου πρὸ τῶν ἡμετέρων εἵλοντο τὰ παρ’ ἐκείνοις, καὶ ἐπὶ τούτῳ, τί δή ποτε μηδ̓ ἐκείνοις ἐμμένουσιν, ἀλλὰ κἀκείνων ἀποστάντες ἰδίαν ὁδὸν ἐτράποντο. ὁμολογήσαντες μὲν οὐδὲν τῶν καλῶν οὐδὲ τῶν σπουδαίων οὔτε τῶν παρ’ ἡμῖν τοῖς Ἕλλησιν οὔτε τῶν παρὰ τοῖς ἀπὸ Μωυσέως Ἑβραίοις, ἀπʼ ἀμφοῖν δὲ τὰς παραπεπηγυίας τούτοις τοῖς ἔθνεσιν ὥσπερ τινὰς Κῆρας δρεπόμενοι, τὴν ἀθεότητα μὲν ἐκ τῆς Ἰουδαϊκῆς ῥᾳδιουργίας, φαῦλον δὲ καὶ ἐπισεσυρμένον βίον ἐκ τῆς παρ’ ἡμῖν ῥᾳθυμίας καὶ χυδαιότητος, τοῦτο τὴν ἀρίστην θεοσέβειαν ἠθέλησαν ὀνομάζεσθαι.

---

Julian the Emperor, Κατὰ Γαλιλαίων, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg017.local001/.
