# Κατὰ Γαλιλαίων 48

Julian the Emperor, Κατὰ Γαλιλαίων, Paragraph 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-2/48

Ἰᾶται Ἀσκληπιὸς ἡμῶν τὰ σώματα, παιδεύουσιν ἡμῶν αἱ Μοῦσαι σὺν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι καὶ Ἑρμῇ λογίῳ τὰς ψυχάς, Ἄρης δὲ καὶ Ἐνυὼ τὰ πρὸς τὸν πόλεμον συναγωνίζεται, τὰ δὲ εἰς τέχνας Ἥφαιστος ἀποκληροῖ καὶ διανέμει, ταῦτα δὲ πάντα Ἀθηνᾶ μετὰ τοῦ Διὸς παρθένος ἀμήτωρ πρυτανεύει. σκοπεῖτε οὖν, εἰ μὴ καθ̓ ἕκαστον τούτων ὑμῶν ἐσμεν κρείττους, λέγω δὲ τὰ περὶ τὰς τέχνας καὶ σοφίαν καὶ σύνεσιν· εἴτε γὰρ τὰς πρὸς τὴν χρείαν σκοπήσειας, εἴτε τὰς τοῦ καλοῦ χάριν μιμητικάς, οἷον ἀγαλματοποιητικήν, γραφικήν, ἢ οἰκονομικήν, ἰατρικὴν τὴν ἐξ Ἀσκληπιοῦ, οὗ πανταχοῦ γῆς ἐστι χρηστήρια, ἃ δίδωσιν ἡμῖν ὁ θεὸς μεταλαγχάνειν διηνεκῶς. ἐμὲ γοῦν ἰάσατο πολλάκις Ἀσκληπιὸς κάμνοντα ὑπαγορεύσας φάρμακα· καὶ τούτων μάρτυς ἐστὶ Ζεύς. εἰ τοίνυν οὐ προσνείμαντες ἑαυτοὺς τῷ τῆς ἀποστασίας πνεύματι τὰ περὶ ψυχὴν ἄμεινον ἔχομεν καὶ περὶ σῶμα καὶ τὰ ἐκτός, τίνος ἕνεκεν ἀφέντες ταῦτα ἐπ’ ἐκεῖνα βαδίζετε;

---

Julian the Emperor, Κατὰ Γαλιλαίων, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg017.local001/.
