# Κατὰ Γαλιλαίων 53

Julian the Emperor, Κατὰ Γαλιλαίων, Paragraph 53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-2/53

Ἀλλὰ τοῖς Ἡσαΐου, φασίν, ὁμολογεῖ. λέγει γὰρ Ἡσαΐας· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν. ἔστω δὴ καὶ τοῦτο λεγόμενον ὑπὲρ θεοῦ, καίτοι μηδαμῶς εἰρημένον· οὐ γὰρ ἦν παρθένος ἡ γεγαμημένη καὶ πρὶν ἀποκυῆσαι συγκατακλιθεῖσα τῷ γήμαντι· δεδόσθω δὲ λέγεσθαι περὶ ταύτης—μή τι θεόν φησιν ἐκ τῆς παρθένου τεχθήσεσθαι; θεοτόκον δὲ ὑμεῖς οὐ παύεσθε Μαρίαν καλοῦντες, εἰ μή πού φησι τὸν ἐκ τῆς παρθένου γεννώμενον υἱὸν θεοῦ μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως; ἀλλὰ τὸ λεγόμενον ὑπὸ Ἰωάννου Πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ἔχει τις ἐν ταῖς προφητικαῖς δεῖξαι φωναῖς; ἃ δὲ ἡμεῖς δείκνυμεν, ἐξ αὐτῶν ἐκείνων ἑξῆς ἀκούετε· Κύριε, ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· πεποίηται δὲ παρ’ αὐτῶν καὶ Ἑζεκίας ὁ βασιλεὺς εὐχόμενος· Κύριε, ὁ θεὸς Ἰσραήλ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ εἶ ὁ θεὸς μόνος. μή τι τῷ δευτέρῳ καταλείπει χώραν; ἀλλ’ εἰ θεὸς ἐκ θεοῦ καθ̓ ὑμᾶς ὁ λόγος ἐστὶ καὶ τῆς οὐσίας ἐξέφυ τοῦ πατρός, θεοτόκον ὑμεῖς ἀνθ̓ ὅτου τὴν παρθένον εἶναί φατε; πῶς γὰρ ἂν τέκοι θεὸν ἄνθρωπος οὖσα καθ̓ ὑμᾶς; καὶ πρός γε τούτῳ λέγοντος ἐναργῶς θεοῦ Ἐγώ εἰμι καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων, ὑμεῖς σωτῆρα τὸν ἐξ αὐτῆς εἰπεῖν τετολμήκατε;

---

Julian the Emperor, Κατὰ Γαλιλαίων, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg017.local001/.
