# Κατὰ Γαλιλαίων 57

Julian the Emperor, Κατὰ Γαλιλαίων, Paragraph 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-2/57

Ἀνθ̓ ὅτου περὶ τὴν δίαιταν οὐχὶ τοῖς Ἰουδαίοις ὁμοίως ἐστὲ καθαροί, πάντα δὲ ἐσθίειν ὡς λάχανα χόρτου δεῖν φατε Πέτρῳ πιστεύσαντες, ὅτι, φασίν, εἶπεν ἐκεῖνος· Ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου; τί τούτου τεκμήριον, ὅτι πάλαι μὲν ἄττα ἐνόμιζεν ὀ θεὸς μιαρά, νυνὶ δὲ καθαρὰ πεποίηκεν αὐτά; Μωυσῆς μὲν γὰρ ἐπὶ τῶν τετραπόδων ἐπισημαινόμενος πᾶν τὸ διχηλοῦν, φησίν, ὁπλὴν καὶ ἀναμαρυκίζον μαρυκισμὸν καθαρὸν εἶναι, τὸ δὲ μὴ τοιοῦτον ἀκάθαρτον εἶναι. εἰ μὲν οὖν ὁ χοῖρος ἀπὸ τῆς φαντασίας Πέτρου νῦν προσέλαβε τὸ μαρυκᾶσθαι, πεισθῶμεν αὐτῷ· τεράστιον γὰρ ὡς ἀληθῶς, εἰ μετὰ τὴν φαντασίαν Πέτρου προσέλαβεν αὐτό. εἰ δὲ ἐκεῖνος ἐψεύσατο ταύτην ἑωρακέναι, ἵν’ εἴπω καθ̓ ὑμᾶς, τὴν ἀποκάλυψιν ἐπὶ τοῦ βυρσοδεψίου, τί ἐπὶ τηλικούτων οὕτω ταχέως πιστεύσομεν; τί γὰρ ὁ Μωυσῆς ὑμῖν ἐπέταξε τῶν χαλεπῶν, εἰ ἀπηγόρευσεν ἐσθίειν πρὸς τοῖς ὑείοις τὰ τε πτηνὰ καὶ τὰ θαλάττια, ἀποφηνάμενος ὑπὸ τοῦ θεοῦ καὶ ταῦτα πρὸς ἐκείνοις ἐκβεβλῆσθαι καὶ ἀκάθαρτα πεφηνέναι;

---

Julian the Emperor, Κατὰ Γαλιλαίων, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg017.local001/.
