# Κατὰ Γαλιλαίων 8

Julian the Emperor, Κατὰ Γαλιλαίων, Paragraph 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-2/8

Ὑπὲρ δὲ ὧν ἐκεῖνοί τε ἀληθῶς δοξάξουσιν ἡμῖν τε ἐξ ἀρχῆς οἱ πατέρες παρέδοσαν, ὁ μὲν ἡμέτερος ἔχει λόγος ὡδὶ τὸν προσεχῆ τοῦ κόσμου τούτου δημιουργόν ὑπὲρ γὰρ θεῶν τῶν ἀνωτέρω τούτου Μωυσῆς μὲν εἴρηκεν οὐδὲν ὅλως, ὅς γε οὐδὲ ὑπὲρ τῆς τῶν ἀγγέλων ἐτόλμησέ τι φύσεως· ἀλλ’ ὅτι μὲν λειτουργοῦσι τῷ θεῷ πολλαχῶς καὶ πολλάκις εἶπεν, εἴτε δὲ γεγονότες, εἴτε ἀγένητοι, εἴτε ὑπ’ ἄλλου μὲν γεγονότες, ἄλλῳ δὲ λειτουργεῖν τεταγμένοι, εἴτε ἄλλως πως, οὐδαμόθεν διώρισται. περὶ δὲ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτῇ τίνα τρόπον διεκοσμήθη διέξεισι. καὶ τὰ μέν φησι κελεῦσαι τὸν θεὸν γενέσθαι, ὥσπερ φῶς καὶ στερέωμα, τὰ δὲ ποιῆσαι, ὥσπερ οὐρανὸν καὶ γῆν, ἥλιόν τε καὶ σελήνην, τὰ δὲ ὄντα, κρυπτόμενα δὲ τέως, διακρῖναι, καθάπερ ὕδωρ, οἶμαι, καὶ τὴν ξηράν. πρὸς τούτοις δὲ οὐδὲ περὶ γενέσεως ἢ περὶ ποιήσεως τοῦ πνεύματος εἰπεῖν ἐτόλμησεν, ἀλλὰ μόνον Καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· πότερον δὲ ἀγένητόν ἐστιν ἢ γέγονεν, οὐδὲν διασαφεῖ.

---

Julian the Emperor, Κατὰ Γαλιλαίων, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg017.local001/.
