# Μισοπώγων 32

Julian the Emperor, Μισοπώγων, Section 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-3/32

Καὶ οὐκ ἀγανακτῶ τῷ πράγματι. καὶ γὰρ ἂν εἴην ἄδικος εἰ μὴ καὶ τοῖς παροῦσι στέργοιμι, διαφερόντως ἀσπασάμενος ἐκεῖνα. Κελτοὶ μὲν γὰρ οὕτω με δι’ ὁμοιότητα τρόπων ἠγάπησαν, ὥστε ἐτόλμησαν οὐχ ὅπλα μόνον ὑπὲρ ἐμοῦ λαβεῖν, ἀλλὰ καὶ χρήματα ἔδωκαν πολλά, καὶ παραιτούμενον ὀλίγου καὶ ἐβιάσαντο λαβεῖν, καὶ πρὸς πάντα ἑτοίμως ὑπήκουσαν. ὃ δὲ δὴ μέγιστον, ἐκεῖθεν εἰς ὑμᾶς ἐφέρετο πολὺ τὸ ἐμὸν ὄνομα, καὶ ἐβόων πάντες ἀνδρεῖον, συνετόν, δίκαιον, οὐ πολέμῳ μόνον ὁμιλῆσαι δεινόν, ἀλλὰ καὶ εἰρήνῃ χρήσασθαι δεξιόν, εὐπρόσιτον, πρᾷον· ὑμεῖς δὲ αὐτοῖς ἀντιδεδώκατε νῦν ἐνθένδε πρῶτον μέν, ὅτι παρ’ ἐμὲ τὰ τοῦ κόσμου πράγματα ἀνατέτραπται· σύνοιδα δὲ οὐδὲν ἀνατρέπων ἐμαυτῷ οὔτε ἑκὼν οὔτε ἄκων· εἶτα, ὡς ἐκ τοῦ πώγωνός μου χρὴ πλέκειν σχοινία, καὶ ὅτι πολεμῶ τῷ Χῖ, πόθος δὲ ὑμᾶς εἴσεισι τοῦ Κάππα.

---

Julian the Emperor, Μισοπώγων, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg012.local001/.
