# Μισοπώγων 6

Julian the Emperor, Μισοπώγων, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-3/6

Ἀλλὰ τὰ μὲν ἔξω ταῦτα· καίτοι πόστον εἴρηταί μοι μέρος τῶν ἐμῶν εἰς ὑμᾶς ἀδικημάτων; τὰ δὲ ἔνδον ἄγρυπνοι νύκτες ἐν στιβάδι, καὶ τροφὴ παντὸς ἥττων κόρου πικρὸν ἦθος ποιεῖ καὶ τρυφώσῃ πόλει πολέμιον. οὐ μὴν ὑμῶν γ’ ἕνεκα τοῦτο ἐπιτηδεύεται παρ’ ἐμοῦ· δεινὴ δέ τις ἐκ παιδαρίου με καὶ ἀνόητος ἀπάτη καταλαβοῦσα τῇ γαστρὶ πολεμεῖν ἔπεισεν, οὐδὲ ἐπιτρέπω πολλῶν ἐμπίμπλασθαι σιτίων αὐτῇ. ὀλιγιστάκις οὖν ἐμοὶ τῶν πάντων ἐμέσαι συνέβη. καὶ μέμνημαι αὐτὸ παθὼν ἐξ ὅτου καῖσαρ ἐγενόμην ἅπαξ ἀπὸ συμπτώματος, οὐ πλησμονῆς. ἄξιον δὲ ὑπομνησθῆναι διηγήματος οὐδὲ αὐτοῦ πάνυ χαρίεντος, ἐμοὶ δὲ διὰ τοῦτο μάλιστα οἰκείου.

---

Julian the Emperor, Μισοπώγων, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg012.local001/.
