Ancient Greek
Section 12
Julian the Emperor, Εἰς τοὺς ἀπαιδεύτους κύνας 12.1
Not analysed yet
Τὴν σαρκοφαγίαν οἱ μὲν ἀνθρώποις ὑπολαμβάνουσι κατὰ φύσιν, οἱ δὲ ἥκιστα τοῦτο ἐργάζεσθαι προσήκειν ἀνθρώπῳ διανοοῦνται, καὶ πολὺς ὁ περὶ τούτου ἀνάλωται λόγος. ἐθέλοντι οὖν σοι μὴ ῥᾳθυμεῖν ἑσμοὶ περὶ τοῦ τοιούτου βίβλων φανήσονται. τούτους Διογένης ἐξελέγχειν ᾤετο δεῖν. διενοήθη γοῦν οὕτως· εἰ μὲν ἀπραγματεύτως ἐσθίων τις σάρκας, ὥσπερ οἶμαι τῶν ἄλλων ἕκαστον θηρίων, οἷς τοῦτο ἔνειμεν ἡ φύσις, ἀβλαβῶς αὐτὸ καὶ ἀνεπαχθῶς, μᾶλλον δὲ καὶ μετὰ τῆς τοῦ σώματος ὠφελείας ἐργάζοιτο, κατὰ φύσιν εἶναι πάντως τὴν σαρκοφαγίαν ὑπέλαβεν· εἰ δέ τις ἐντεῦθεν γένοιτο βλάβη, οὐχὶ τοῦτο ἀνθρώπου τὸ ἔργον ἴσως ἐνόμισεν, ἀλλ’ ἀφεκτέον εἶναι κατὰ κράτος αὐτοῦ. εἷς μὲν οὖν ἂν εἴη τοιοῦτος ὑπὲρ τοῦ πράγματος ἴσως βιαιότερος λόγος, ἕτερος δὲ οἰκειότερος τῷ Κυνισμῷ, εἰ περὶ τοῦ τέλους αὐτοῦ πρότερον ἔτι σαφέστερον διέλθοιμι. Ἀπάθειαν γὰρ ποιοῦνται τὸ τέλος· τοῦτο δὲ ἴσον ἐστὶ τῷ θεὸν γενέσθαι. αἰσθανόμενος οὖν ἴσως αὑτοῦ Διογένης ἐν μὲν τοῖς ἄλλοις ἅπασιν ἀπαθοῦς, ὑπὸ δὲ τῆς τοιαύτης ἐδωδῆς μόνον θραττομένου καὶ ναυτιῶντος καὶ δόξῃ κενῇ μᾶλλον ἢ λόγῳ δεδουλωμένου· σάρκες γάρ εἰσιν οὐδὲν ἧττον, κἂν μυριάκις αὐτὰς ἑψήσῃ, κἂν ὑποτρίμμασι μυρίοις τις αὐτὰς καρυκεύσῃ· καὶ ταύτης αὑτὸν ἀφελέσθαι καὶ καταστῆσαι παντάπασιν ἐξάντη τῆς δειλίας ᾠήθη χρῆναι. δειλία γάρ ἐστιν, εὖ ἴσθι, τὸ γοῦν τοιοῦτον. ἐπεὶ πρὸς τῆς Θεσμοφόρου εἰ σαρκῶν ἡψημένων ἁπτόμεθα, τοῦ χάριν οὐχὶ καὶ ἁπλῶς αὐτὰς προσφερόμεθα, φράσον ἡμῖν. οὐ γὰρ ἔχεις ἕτερον εἰπεῖν ἢ ὅτι οὕτω νενόμισται καὶ οὕτω συνειθίσμεθα. οὐ γὰρ δὴ πρὶν μὲν ἑψηθῆναι βδελυρὰ πέφυκεν, ἑψηθέντα δὲ γέγονεν αὑτῶν ἁγνότερα. τί δῆτα ἐχρῆν πράττειν τόν γε παρὰ θεοῦ ταχθέντα καθάπερ στρατηγοῦ πᾶν μὲν ἐξελεῖν τὸ νόμισμα, λόγῳ δὲ καὶ ἀληθείᾳ κρῖναι τὰ πράγματα; περιιδεῖν αὑτὸν ὑπὸ ταύτης τῆς δόξης ἐνοχλούμενον, ὡς νομίζειν ὅτι κρέας μέν ἐστιν ἑψηθὲν ἁγνὸν καὶ ἐδώδιμον, μὴ κατεργασθὲν δὲ ὑπὸ τοῦ πυρὸς μυσαρόν πως καὶ βδελυρόν; οὕτως εἶ μνήμων; οὕτως εἶ σπουδαῖος; ὃς τοσοῦτον ὀνειδίζων τῷ κενοδόξῳ, κατὰ σὲ φάναι, Διογένει, κατ’ ἐμὲ δὲ τῷ σπουδαιοτάτῳ θεράποντι καὶ ὑπηρέτῃ τοῦ Πυθίου, τὴν τοῦ πολύποδος ἐδωδὴν κατεδήδοκας μυρίους ταρίχους, Ἰχθῦς ὄρνιθάς τε φίλας θ’ ὅτι χεῖρας ἵκοιτο, Αἰγύπτιός γε ὤν, οὐ τῶν ἱερέων, ἀλλὰ τῶν παμφάγων, οἷς πάντα ἐσθίειν νόμος ὡς λάχανα χόρτου· γνωρίζεις οἶμαι τῶν Γαλιλαίων τὰ ῥήματα. μικροῦ με παρῆλθεν εἰπεῖν, ὅτι καὶ πάντες ἄνθρωποι πλησίον οἰκοῦντες θαλάττης, ἤδη δέ τινες καὶ τῶν πόρρω, οὐδὲ θερμήναντες καταρροφοῦσιν ἐχίνους, ὄστρεα καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα· εἶτα ἐκείνους μὲν ὑπολαμβάνεις ζηλωτούς, ἄθλιον δὲ καὶ βδελυρὸν ἡγῇ Διογένη, καὶ οὐκ ἐννοεῖς, ὡς οὐδὲν μᾶλλον ταῦτα ἐκείνων ἐστὶ σαρκία· πλὴν ἴσως ταῦτα ἐκείνων διαφέρει τῷ τὰ μὲν εἶναι μαλθακά, τὰ δὲ σκληρότερα. ἄναιμος γοῦν ἐστι καὶ πολύπους ὥσπερ ἐκεῖνα, ἔμψυχα δέ ἐστι καὶ τὰ ὀστρακόδερμα καθάπερ καὶ οὗτος· ἥδεται γοῦν καὶ λυπεῖται, ὃ τῶν ἐμψύχων μάλιστά ἐστιν ἴδιον. ἐνοχλείτω δὲ μηδὲν ἡμᾶς ἡ Πλατωνικὴ τανῦν δόξα ἔμψυχα ὑπολαμβάνουσα καὶ τὰ φυτά. ἀλλ’ ὅτι μὲν οὔτι ἄλογον οὐδὲ παράνομον οὐδὲ ἀσύνηθες ὑμῖν ὁ γενναῖος εἰργάσατο Διογένης, εἰ μὴ τῷ σκληροτέρῳ καὶ μαλακωτέρῳ, ἡδονῇ τε λαιμοῦ καὶ ἀηδίᾳ τὰ τοιαῦτά τις ἐξετάζοι, πρόδηλον οἶμαι τοῖς ὁπωσοῦν ἕπεσθαι λόγῳ δυναμένοις. οὐκ ἄρα τὴν ὠμοφαγίαν βδελύττεσθε οἱ τὰ παραπλήσια δρῶντες, οὐκ ἐπὶ τῶν ἀναίμων μόνον ζῴων, ἀλλὰ καὶ ἐπὶ τῶν αἷμα ἐχόντων. καὶ τούτῳ δὲ ἴσως διαφέρεσθε πρὸς ἐκεῖνον, ὅτι ὁ μὲν ἁπλῶς ταῦτα καὶ κατὰ φύσιν ᾠήθη χρῆναι προσφέρεσθαι, ἁλσὶ δὲ ὑμεῖς καὶ πολλοῖς ἄλλοις ἀρτύσαντες ἡδονῆς ἕνεκα, τὴν φύσιν ὅπως βιάσησθε. καὶ δὴ τοῦτο μὲν ἐπὶ τοσοῦτον ἀπόχρη.