# Εἰς τοὺς ἀπαιδεύτους κύνας 2

Julian the Emperor, Εἰς τοὺς ἀπαιδεύτους κύνας, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-5/2

Δεῦρο οὖν ἡμεῖς ὑπὲρ τῶν Κυνικῶν ὁπόσα διδασκάλων ἠκούσαμεν ἐν κοινῷ καταθῶμεν σκοπεῖν τοῖς ἐπὶ τὸν βίον ἰοῦσι τοῦτον· οἷς εἰ μὲν πεισθεῖεν, εὖ οἶδα, οὐδὲν οἵ γε νῦν ἐπιχειροῦντες κυνίζειν ἔσονται χείρους· ἀπειθοῦντες δὲ εἰ μέν τι λαμπρὸν καὶ σεμνὸν ἐπιτηδεύσειαν, ὑπερφωνοῦντες τὸν λόγον τὸν ἡμέτερον, οὔτι τοῖς ῥήμασιν ἀλλὰ τοῖς ἔργοις, οὐδὲν ἐμπόδιον ὅ γε ἡμέτερος οἴσει λόγος· εἰ δὲ ὑπὸ λιχνείας ἢ μαλακίας ἤ, τὸ κεφάλαιον ἵν’ εἴπω ξυνελὼν ἐν βραχεῖ, τῆς σωματικῆς ἡδονῆς δεδουλωμένοι τῶν λόγων ὀλιγωρήσειαν προσκαταγελάσαντες, ὥσπερ ἐνίοτε τῶν παιδευτηρίων καὶ τῶν δικαστηρίων οἱ κύνες τοῖς προπυλαίοις προσουροῦσιν, οὐ φροντὶς Ἱπποκλείδῃ· καὶ γὰρ οὐδὲ τῶν κυνιδίων ἡμῖν μέλει τὰ τοιαῦτα πλημμελούντων. δεῦρο οὖν ἄνωθεν ἐν κεφαλαίοις διεξέλθωμεν ἐφεξῆς τὸν λόγον, ἵνα ὑπὲρ ἑκάστου τὸ προσῆκον ἀποδιδόντες αὐτοί τε εὐκολώτερον ἀπεργασώμεθα τοῦθ’ ὅπερ διενοήθημεν καὶ σοὶ ποιήσωμεν εὐπαρακολούθητον. οὐκοῦν ἐπειδὴ τὸν κυνισμὸν εἶδός τι φιλοσοφίας εἶναι συμβέβηκεν, οὔτι φαυλότατον οὐδὲ ἀτιμότατον, ἀλλὰ τοῖς κρατίστοις ἐνάμιλλον, ὀλίγα πρότερον ὑπὲρ αὐτῆς ῥητέον ἡμῖν ἐστι τῆς φιλοσοφίας.

---

Julian the Emperor, Εἰς τοὺς ἀπαιδεύτους κύνας, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg009.local001/.
