# Εἰς τὴν μητέρα τῶν θεῶν 1

Julian the Emperor, Εἰς τὴν μητέρα τῶν θεῶν, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-6/1

Ἆρά γε χρὴ φάναι καὶ ὑπὲρ τούτων; καὶ ὑπὲρ τῶν ἀρρήτων γράψομεν καὶ τὰ ἀνέξοιστα ἐξοίσομεν καὶ τὰ ἀνεκλάλητα ἐκλαλήσομεν; τίς μὲν ὁ Ἄττις ἤτοι Γάλλος, τίς δὲ ἡ τῶν θεῶν Μήτηρ, καὶ ὁ τῆς ἁγνείας ταυτησὶ τρόπος ὁποῖος, καὶ προσέτι τοῦ χάριν οὑτοσὶ τοιοῦτος ἡμῖν ἐξ ἀρχῆς κατεδείχθη, παραδοθεὶς μὲν ὑπὸ τῶν ἀρχαιοτάτων Φρυγῶν, παραδεχθεὶς δὲ πρῶτον ὑφ’ Ἑλλήνων, καὶ τούτων οὐ τῶν τυχόντων, ἀλλ’ Ἀθηναίων, ἔργοις διδαχθέντων, ὅτι μὴ καλῶς ἐτώθασαν ἐπὶ τῷ τελοῦντι τὰ ὄργια τῆς Μητρός; λέγονται γὰρ οὗτοι περιυβρίσαι καὶ ἀπελάσαι τὸν Γάλλον ὡς τὰ θεῖα καινοτομοῦντα, οὐ ξυνέντες ὁποῖόν τι τῆς θεοῦ τὸ χρῆμα καὶ ὡς ἡ παρ’ αὐτοῖς τιμωμένη Δηὼ καὶ Ῥέα καὶ Δημήτηρ. εἶτα μῆνις τὸ ἐντεῦθεν τῆς θεοῦ καὶ θεραπεία τῆς μήνιδος. ἡ γὰρ ἐν πᾶσι τοῖς καλοῖς ἡγεμὼν γενομένη τοῖς Ἕλλησιν, ἡ τοῦ Πυθίου πρόμαντις θεοῦ, τὴν τῆς Μητρὸς τῶν θεῶν μῆνιν ἐκέλευσεν ἱλάσκεσθαι· καὶ ἀνέστη, φασίν, ἐπὶ τούτῳ τὸ μητρῷον, οὗ τοῖς Ἀθηναίοις δημοσίᾳ πάντα ἐφυλάττετο τὰ γραμματεῖα. μετὰ δὴ τοὺς Ἕλληνας αὐτὰ Ῥωμαῖοι παρεδέξαντο, συμβουλεύσαντος καὶ αὐτοῖς τοῦ Πυθίου ἐπὶ τὸν πρὸς Καρχηδονίους πόλεμον ἄγειν ἐκ Φρυγίας τὴν θεὸν σύμμαχον. καὶ οὐδὲν ἴσως κωλύει προσθεῖναι μικρὰν ἱστορίαν ἐνταῦθα.

---

Julian the Emperor, Εἰς τὴν μητέρα τῶν θεῶν, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg008.local001/.
