# Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον 29

Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον, Section 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-7/29

Πολὺ δὲ πρὸς οἷς ἔφην πλῆθός ἐστι περὶ τὸν οὐρανὸν θεῶν, οὓς κατενόησαν οἱ τὸν οὐρανὸν μὴ παρέργως μηδὲ ὥσπερ τὰ βοσκήματα θεωροῦντες. τοὺς τρεῖς γὰρ τετραχῇ τέμνων διὰ τῆς τοῦ ζῳοφόρου κύκλου πρὸς ἕκαστον αὐτῶν κοινωνίας τοῦτον αὖθις τὸν ζῳοφόρον εἰς δώδεκα θεῶν δυνάμεις διαιρεῖ, καὶ μέντοι τούτων ἕκαστον εἰς τρεῖς, ὥστε ποιεῖν ἓξ ἐπὶ τοῖς τριάκοντα. ἔνθεν οἶμαι καθήκει ἄνωθεν ἡμῖν ἐξ οὐρανῶν τριπλῆ χαρίτων δόσις, ἐκ τῶν κύκλων, οὓς ὁ θεὸς ὅδε τετραχῇ τέμνων τὴν τετραπλῆν ἐπιπέμπει τῶν ὡρῶν ἀγλαΐαν, αἳ δὴ τὰς τροπὰς ἔχουσι τῶν καιρῶν. κύκλον τοι καὶ αἱ Χάριτες ἐπὶ γῆς διὰ τῶν ἀγαλμάτων μιμοῦνται. χαριτοδότης δέ ἐστιν ὁ Διόνυσος ἐς ταὐτὸ λεγόμενος Ἡλίῳ συμβασιλεύειν.

---

Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg011.local001/.
