# Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον 38

Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον, Section 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-7/38

οὐρανόν φησι Πλάτων ἡμῖν γενέσθαι σοφίας διδάσκαλον. ἐνθένδε γὰρ ἀριθμοῦ κατενοήσαμεν φύσιν, ἧς τὸ διαφέρον οὐκ ἄλλως ἢ διὰ τῆς ἡλίου περιόδου κατενοήσαμεν. φησί τοι καὶ αὐτὸς Πλάτων ἡμέραν καὶ νύκτα πρότερον. εἶτα ἐκ τοῦ φωτὸς τῆς σελήνης, ὃ δὴ δίδοται τῇ θεῷ ταύτῃ παρ’ ἡλίου, μετὰ τοῦτο προήλθομεν ἐπὶ πλέον τῆς τοιαύτης συνέσεως, ἁπανταχοῦ τῆς πρὸς τὸν θεὸν τοῦτον στοχαζόμενοι συμφωνίας. ὅπερ αὐτός πού φησιν, ὡς ἄρα τὸ γένος ἡμῶν ἐπίπονον ὂν φύσει θεοὶ ἐλεήσαντες ἔδωκαν ἡμῖν τὸν Διόνυσον καὶ τὰς Μούσας συγχορευτάς. ἐφάνη δὲ ἡμῖν Ἥλιος τούτων κοινὸς ἡγεμών, Διονύσου μὲν πατὴρ ὑμνούμενος, ἡγεμὼν δὲ Μουσῶν.

---

Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg011.local001/.
