# Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον 39

Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον, Section 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-7/39

ὁ δὲ αὐτῷ συμβασιλεύων Ἀπόλλων οὐ πανταχοῦ μὲν ἀνῆκε τῆς γῆς χρηστήρια, σοφίαν δὲ ἔδωκεν ἀνθρώποις ἔνθεον, ἐκόσμησε δὲ ἱεροῖς καὶ πολιτικοῖς τὰς πόλεις θεσμοῖς; οὗτος ἡμέρωσε μὲν διὰ τῶν Ἑλληνικῶν ἀποικιῶν τὰ πλεῖστα τῆς οἰκουμένης, παρεσκεύασε δὲ ῥᾷον ὑπακοῦσαι Ῥωμαίοις ἔχουσι καὶ αὐτοῖς οὐ γένος μόνον Ἑλληνικόν, ἀλλὰ καὶ θεσμοὺς ἱεροὺς καὶ τὴν περὶ τοὺς θεοὺς εὐπιστίαν ἐξ ἀρχῆς εἰς τέλος Ἑλληνικὴν καταστησαμένοις τε καὶ φυλάξασι, πρὸς δὲ τούτοις καὶ τὸν περὶ τὴν πόλιν κόσμον οὐδεμιᾶς τῶν ἄριστα πολιτευσαμένων πόλεων καταστησαμένοις φαυλότερον, εἰ μὴ καὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι γε ἐν χρήσει γεγόνασι πολιτεῖαι, κρείσσονα· ἀνθ’ ὧν οἶμαι καὶ αὐτὸς ἔγνων τὴν πόλιν Ἑλληνίδα γένος τε καὶ πολιτείαν. Τί ἔτι σοι λέγω, πῶς τῆς ὑγιείας καὶ σωτηρίας πάντων προυνόησε τὸν σωτῆρα τῶν ὅλων ἀπογεννήσας Ἀσκληπιόν, ὅπως δὲ ἀρετὴν ἔδωκε παντοίαν Ἀφροδίτην Ἀθηνᾷ συγκαταπέμψας ἡμῖν, κηδεμόνα μόνον οὐχὶ νόμον θέμενος, πρὸς μηδὲν ἕτερον χρῆσθαι τῇ μίξει ἢ πρὸς τὴν γέννησιν τοῦ ὁμοίου; διά τοι τοῦτο καὶ κατὰ τὰς περιόδους αὐτοῦ πάντα τὰ φυόμενα καὶ τὰ παντοδαπῶν ζῴων φῦλα κινεῖται πρὸς ἀπογέννησιν τοῦ ὁμοίου. τί χρὴ τὰς ἀκτῖνας αὐτοῦ καὶ τὸ φῶς σεμνῦναι; νὺξ γοῦν ἀσέληνός τε καὶ ἄναστρος ὅπως ἐστὶ φοβερά, ἆρα ἐννοεῖ τις, ἵν’ ἐντεῦθεν, ὁπόσον ἔχομεν ἀγαθὸν ἐξ ἡλίου τὸ φῶς, τεκμήρηται; τοῦτο δὲ αὐτὸ συνεχὲς παρέχων καὶ ἀμεσολάβητον νυκτὶ ἐν οἷς χρὴ τόποις ἀπὸ τῆς σελήνης τοῖς ἄνω, ἐκεχειρίαν ἡμῖν διὰ τῆς νυκτὸς τῶν πόνων δίδωσιν. οὐδὲν ἂν γένοιτο πέρας τοῦ λόγου, εἰ πάντα ἐπεξιέναι τις ἐθελήσειε τὰ τοιαῦτα. ἓν γὰρ οὐδέν ἐστιν ἀγαθὸν κατὰ τὸν βίον, ὃ μὴ παρὰ τοῦ θεοῦ τοῦδε λαβόντες ἔχομεν, ἤτοι παρὰ μόνου τέλειον, ἢ διὰ τῶν ἄλλων θεῶν παρ’ αὐτοῦ τελειούμενον.

---

Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg011.local001/.
