# Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον 8

Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-7/8

τὰ μέντοι ἐν τοῖς θεοῖς ἔργα προϊόντα παρ’ αὐτοῦ μετρίως γε ἡμῖν ὀλίγῳ πρότερον εἴρηται καὶ ῥηθήσεται μετ’ ὀλίγον. ὅσα δὲ ὁρῶμεν αὐτῇ πρῶτον ὄψει ὄνομα μόνον ἐστὶν ἔργου τητώμενον, εἰ μὴ προσλάβοι τὴν τοῦ φωτὸς ἡγεμονικὴν βοήθειαν. ὁρατὸν δὲ ὅλως εἴη ἂν τί μὴ φωτὶ πρῶτον ὥσπερ ὕλη τεχνίτῃ προσαχθέν, ἵν’ οἶμαι τὸ εἶδος δέξηται; καὶ γὰρ τὸ χρυσίον ἁπλῶς οὑτωσὶ κεχυμένον ἔστι μὲν χρυσίον, οὐ μὴν ἄγαλμα οὐδὲ εἰκών, πρὶν ἂν ὁ τεχνίτης αὐτῷ περιθῇ τὴν μορφήν. οὐκοῦν καὶ ὅσα πέφυκεν ὁρᾶσθαι μὴ ξὺν φωτὶ τοῖς ὁρῶσι προσαγόμενα τοῦ ὁρατὰ εἶναι παντάπασιν ἐστέρηται. διδοὺς οὖν τοῖς τε ὁρῶσι τὸ ὁρᾶν τοῖς τε ὁρωμένοις τὸ ὁρᾶσθαι δύο φύσεις ἐνεργείᾳ μιᾷ τελειοῖ, ὄψιν καὶ ὁρατόν· αἱ δὲ τελειότητες εἴδη τέ εἰσι καὶ οὐσία.

---

Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg011.local001/.
