# Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας 11.1

Julian the Emperor, Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-9/11.1

Τὰ μὲν δὴ κατὰ τὴν μάχην, εἰ μὴ δόξῃ τις τῶν διηγουμένων προσέχειν ἐθέλοι μηδὲ ἔπεσιν εὖ πεποιημένοις, ἐς αὐτὰ δὲ ὁρᾶν τὰ ἔργα, κρινέτω. ἑξῆς δ’, εἰ βούλεσθε τὴν Αἴαντος ὑπὲρ τῶν νεῶν καὶ τὴν ἐπὶ τοῦ τείχους τῶν Ἀχαιῶν ἀντιθεῖναι μάχην τοῖς ἐπὶ τῆς πόλεως ἐκείνης ἔργοις· ᾗ δὴ Μυγδόνιος ποταμῶν κάλλιστος τὴν αὑτοῦ προστίθησι φήμην, οὔσῃ δὲ καὶ Ἀντιόχου βασιλέως ἐπωνύμῳ· γέγονε δὲ αὐτῇ καὶ ἕτερον ὄνομα βάρβαρον, σύνηθες τοῖς πολλοῖς ὑπὸ τῆς πρὸς τοὺς τῇδε βαρβάρους ἐπιμιξίας· ταύτην δὴ τὴν πόλιν στρατὸς ἀμήχανος πλήθει Παρθυαίων ξὺν Ἰνδοῖς περιέσχεν, ὁπηνίκα ἐπὶ τὸν τύραννον βαδίζειν προύκειτο· καὶ ὅπερ Ἡρακλεῖ φασιν ἐπὶ τὸ Λερναῖον ἰόντι θηρίον συνενεχθῆναι, τὸν θαλάττιον καρκίνον, τοῦτο ἦν ὁ Παρθυαίων βασιλεὺς ἐκ τῆς ἠπείρου Τίγρητα διαβὰς καὶ περιτειχίζων τὴν πόλιν χώμασιν· εἶτα εἰς ταῦτα δεχόμενος τὸν Μυγδόνιον λίμνην ἀπέφηνε τὸ περὶ τῷ ἄστει χωρίον καὶ ὥσπερ νῆσον ἐν αὐτῇ συνεῖχε τὴν πόλιν, μικρὸν ὑπερεχουσῶν καὶ ὑπερφαινομένων τῶν ἐπάλξεων. ἐπολιόρκει δὲ ναῦς τε ἐπάγων καὶ ἐπὶ νεῶν μηχανάς· καὶ ἦν οὐχ ἡμέρας ἔργον, μηνῶν δὲ οἶμαι σχεδόν τι τεττάρων. οἱ δὲ ἐν τῷ τείχει συνεχῶς ἀπεκρούοντο τοὺς βαρβάρους καταπιμπράντες τὰς μηχανὰς τοῖς πυρφόροις· ναῦς δὲ ἀνεῖλκον πολλὰς μὲν ἐκ τοῦ τείχους, ἄλλαι δὲ κατεάγνυντο ὑπὸ ῥώμης τῶν ἀφιεμένων ὀργάνων καὶ βάρους τῶν βελῶν. ἐφέροντο γὰρ εἰς αὐτὰς λίθοι ταλάντων ὁλκῆς Ἀττικῶν ἑπτά. καὶ ἐπειδὴ συχναῖς ἡμέραις ταῦτ’ ἐδρᾶτο, ῥήγνυται μέρος τοῦ χώματος καὶ ἡ τῶν ὑδάτων εἰσρεῖ πλήμμυρα, καὶ ἐπ’ αὐτῇ τοῦ τείχους μέρος οὐκ ἔλασσον πήχεων ἑκατὸν συγκατηνέχθη. Ἐνταῦθα κοσμεῖ τὴν στρατιὰν τὸν Περσικὸν τρόπον. διασώζουσι γὰρ καὶ ἀπομιμοῦνται τὰ Περσικὰ οὐκ ἀξιοῦντες, ἐμοὶ δοκεῖν, Παρθυαῖοι νομίζεσθαι, Πέρσαι δὲ εἶναι προσποιούμενοι. ταῦτά τοι καὶ στολῇ Μηδικῇ χαίρουσι. καὶ ἐς μάχας ἔρχονται ὁμοίως ἐκείνοις ὅπλοις τε ἀγαλλόμενοι τοιούτοις καὶ ἐσθήμασιν ἐπιχρύσοις καὶ ἁλουργέσι. σοφίζονται δὲ ἐντεῦθεν τὸ μὴ δοκεῖν ἀφεστάναι Μακεδόνων, ἀναλαβεῖν δὲ τὴν ἐξ ἀρχαίου βασιλείαν προσήκουσαν. οὐκοῦν καὶ ὁ βασιλεὺς Ξέρξην μιμούμενος ἐπί τινος χειροποιήτου καθῆστο γηλόφου, προῆγε δὲ ἡ στρατιὰ ξὺν τοῖς θηρίοις. ταῦτα δὲ ἐξ Ἰνδῶν εἵπετο, καὶ ἔφερεν ἐκ σιδήρου πύργους τοξοτῶν πλήρεις. ἡγοῦντο δὲ αὐτῶν ἱππεῖς οἱ θωρακοφόροι καὶ οἱ τοξόται, ἕτερον ἱππέων πλῆθος ἀμήχανον. τὸ πεζὸν γάρ σφιν ἀχρεῖον ἐς τὰ πολεμικὰ καθέστηκεν οὔτε ἐντίμου μετέχον τάξεως οὔτε ὄν σφιν ἐν χρείᾳ, πεδιάδος οὔσης καὶ ψιλῆς τῆς χώρας ὁπόσην νέμονται. ἔοικε γὰρ δὴ τὰ τοιαῦτα πρὸς τὰς τοῦ πολέμου χρείας τιμῆς καὶ ἀτιμίας ἀξιοῦσθαι. ὡς οὖν ἀχρεῖον τῇ φύσει οὐδὲ ἐκ τῶν νόμων πολυωρίας ἀξιοῦται. συνέβη δὲ οὕτω καὶ περὶ τὴν Κρήτην καὶ Καρίαν καὶ ἐν ἄλλοις δὲ μυρίοις ἔθνεσι τὰ περὶ τὸν πόλεμον κατασκευασθῆναι. οὐκοῦν καὶ ἡ Θετταλῶν οὖσα πεδιὰς ἱππεῦσιν ἐναγωνίζεσθαι καὶ ἐμμελετᾶν ἐπιτήδειος ἐφάνη. τὰ γὰρ δὴ τῆς ἡμετέρας πόλεως, ἅτε ἐς ἀντιπάλους παντοδαποὺς καταστάντα, εὐβουλίᾳ καὶ τύχῃ περιγενόμενα, εἰκότως ἐς ἅπαν εἶδος ὅπλων τε καὶ παρασκευῆς ἄλλης ἡρμόσθη. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐδὲν πρὸς τὸν λόγον, ὡς ἂν εἴποιεν οἱ ταῖς τῶν ἐπαίνων τέχναις καθάπερ νόμοις ἐπιτεταγμένοι· ἐγὼ δὲ εἰ μέν τί σοι προσήκει καὶ τούτων, ἐν καιρῷ σκέψομαι, τά γε μὴν ὀνείδη τῶν ἀνθρώπων οὐ χαλεπῶς ἀπολύομαι. φημὶ γὰρ ὡς οὔτε ἐγὼ τῶν τεχνῶν μεταποιοῦμαι οὔτε ὅστις μή τισιν ὡμολόγησεν ἐμμενεῖν ἀδικεῖ μὴ φυλάττων ταῦτα· τυχὸν δὲ καὶ ἄλλων οὐκ ἀπορήσομεν εὐπρεπῶν παραιτήσεων. ἀλλ’ οὐ γὰρ ἄξιον μακρότερον εἰς οὐδὲν δέον ἀπαρτᾶν τὸν λόγον καὶ ἀποπλανᾶσθαι τῆς ὑποθέσεως. ἐπαναβῶμεν οὖν αὖθις εἰς ἴχνος καὶ ὅθεν ἐξέβην.

---

Julian the Emperor, Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg003.local001/.
