# Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας 12.1

Julian the Emperor, Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-9/12.1

Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενοι, καὶ ἐδέδοτό σφιν τοῦ πρόσω χωρεῖν τὸ σημεῖον, ὠθοῦντο ξύμπαντες, αὐτός τις ἐθέλων πρῶτος ἐσαλέσθαι τὸ τεῖχος καὶ οἴχεσθαι φέρων τὸ ἐπ’ αὐτῷ κλέος· εἶναί τε οὐδὲν ἐτόπαζον δέος· οὐδὲ γὰρ ὑπομενεῖν σφῶν τὴν ὁρμὴν τοὺς ἔνδον. Παρθυαίοις μὲν τοσοῦτον περιῆν ἐλπίδος. οἱ δὲ πυκνήν τε εἶχον τὴν φάλαγγα κατὰ τὸ διερρηγμένον τοῦ τείχους, καὶ ὑπὲρ τοῦ συνεστῶτος ὁπόσον ἦν ἀχρεῖον πλῆθος ἐν τῇ πόλει κατέστησαν ἀναμίξαντες τῶν στρατιωτῶν οὐκ ἐλάττω μοῖραν. ἐπεὶ δὲ οἱ πολέμιοι προσήλαυνον καὶ οὐδὲν ἐπ’ αὐτοὺς ἐκ τοῦ τείχους ἀφίετο βέλος, βεβαιοτέραν εἶχον τὴν ἐλπίδα τοῦ κατ’ ἄκρας αἱρήσειν τὴν πόλιν, καὶ τοὺς ἵππους ἔπαιον μάστιξι καὶ ᾕμασσον τὰς πλευρὰς τοῖς κέντροις, ἕως ἐποιήσαντο σφῶν κατὰ νώτου τὰ χώματα· ἐπεποίητο δὲ ὑπ’ αὐτῶν ἐκεῖνα πρότερον πρὸς τὸ ἐπέχειν τοῦ Μυγδονίου τὰς ἐκροάς, ἰλύς τε ἦν περὶ τὸ χωρίον εὖ μάλα βαθεῖα οὐδὲ αὐτοῦ παντελῶς ὄντος ὑπὸ τῆς ὕλης καὶ διὰ τὸ πίειραν εἶναι τὴν γῆν καὶ στέγειν δύνασθαι φύσει τὰς λιβάδας. ἦν δὲ ἐνταῦθα καὶ παλαιὸν ἔρυμα τῇ πόλει τάφρος εὐρεῖα, καὶ ἐν αὐτῇ βαθύτερον συνειστήκει τέλμα. ἁπτομένων δὲ ἤδη τῶν πολεμίων καὶ ταύτης καὶ διαβαίνειν πειρωμένων, ἐπεξῇσαν πολλοὶ μὲν ἔνδοθεν, πολλοὶ δὲ ἀπὸ τῶν τειχῶν ἔβαλλον τοῖς λίθοις· καὶ αὐτῶν μὲν πολὺς ἐγένετο φόνος, φυγῇ δὲ ἔτρεπον τοὺς ἵππους ξύμπαντες, τῷ μόνον ἐθέλειν καὶ δηλοῦν τὴν γνώμην διὰ τοῦ σχήματος. ἐπιστρεφόντων. γὰρ ἔπιπτον εὐθέως καὶ κατέφερον τοὺς ἱππέας· βαρεῖς δὲ ὄντες τοῖς ὅπλοις μᾶλλον ἐνείχοντο τῷ τέλματι. καὶ αὐτῶν ἐνταῦθα γίνεται φόνος, ὅσος οὔπω πρόσθεν ἐν πολιορκίᾳ τοιαύτῃ γέγονεν. Ἐπεὶ δὲ τὰ τῶν ἱππέων ὧδε ἐπεπράγει, τῶν ἐλεφάντων πειρῶνται, καταπλήξεσθαι μᾶλλον οἰόμενοι τῷ ξένῳ τῆς μάχης· οὐ γὰρ δὴ τοσοῦτον αὐτοῖς τὰ τῶν ὀμμάτων διέφθαρτο, ὡς μὴ καθορᾶν βαρύτερον μὲν ὂν ἵππου τὸ θηρίον, φέρον δὲ ἄχθος οὐχ ἵππων δυοῖν ἢ πλειόνων, ἁμαξῶν δὲ οἶμαι συχνῶν, τοξότας καὶ ἀκοντιστὰς καὶ σιδηροῦν πύργον. ταῦτα δὲ ἦν ἅπαντα πρὸς τὸ χωρίον χειροποίητον γεγονὸς τέλμα κωλύματα, καὶ ἦν αὐτοῖς ἔργῳ φανερά· ὅθεν οὐκ εἰκὸς εἰς μάχην ἰέναι, ἀλλὰ ἐς κατάπληξιν τῶν ἔνδον παρασκευάζεσθαι. προσῆγον δὲ ἐν τάξει μέτρον διεστῶτες ἀλλήλων ἴσον, καὶ ἐῴκει τείχει τῶν Παρθυαίων ἡ φάλαγξ· τὰ μὲν θηρία τοὺς πύργους φέροντα, τῶν ὁπλιτῶν δὲ ἀναπληρούντων τὰ ἐν μέσῳ. ταχθέντες δὲ οὕτως οὐ μέγα ὄφελος ἦσαν τῷ βαρβάρῳ· παρεῖχον γὰρ ἡδονὴν καὶ τέρψιν τοῖς ἐκ τοῦ τείχους θεωμένοις. ὡς δὲ ἐγένοντο διακορεῖς οἱονεὶ λαμπρᾶς καὶ πολυτελοῦς πομπῆς πεμπομένης, λίθους ἐκ μηχανῶν ἀφιέντες καὶ τόξοις βάλλοντες ἐς τὴν τειχομαχίαν προυκαλοῦντο τοὺς βαρβάρους. φύσει δὲ ὄντες εἰς ὀργὴν ὀξύρροποι καὶ δεινὸν ποιούμενοι τὸ γέλωτα ὀφλῆσαι καὶ ἀπαγαγεῖν ὀπίσω τὴν παρασκευὴν ἄπρακτον, ἐγκελευομένου σφίσι τοῦ βασιλέως, προσῆγον τῷ τείχει καὶ ἐβάλλοντο πυκνοῖς τοῖς λίθοις καὶ τοῖς τοξεύμασι· καὶ ἐτρώθη τῶν θηρίων τινὰ καὶ ἀπέθανεν κατενεχθέντα ὑπὸ τῆς ἰλύος. δείσαντες δὲ καὶ ὑπὲρ τῶν ἄλλων ἀπῆγον ὀπίσω πάλιν εἰς τὸ στρατόπεδον.

---

Julian the Emperor, Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg003.local001/.
