# Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας 13

Julian the Emperor, Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-9/13

Ὡς δὲ καὶ ταύτης ὁ Παρθυαῖος ἥμαρτε τῆς πείρας, τοὺς τοξότας διελὼν εἰς μοίρας διαδέχεσθαί τε ἀλλήλους κελεύει καὶ συνεχῶς βάλλειν πρὸς τὸ διερρηγμένον τοῦ τείχους, ὡς μὴ δυνηθεῖεν ἀποικοδομῆσαι καὶ ἔχειν ἀσφαλῶς τὴν πόλιν· οὕτω γὰρ αἱρήσειν λαθὼν ἢ βιασάμενος τῷ πλήθει τοὺς ἔνδον ἤλπιζε. ἀλλὰ μάταιον γὰρ ἀπέφηνεν ἡ βασιλέως παρασκευὴ τοῦ βαρβάρου τὸ διανόημα. κατὰ νώτου γὰρ τῶν ὁπλιτῶν ἕτερον τεῖχος εἰργάζετο· ὁ δὲ ᾤετο τοῖς ἀρχαίοις ἴχνεσιν ἐς τὰ θεμέλια χρωμένους μέλλειν ἔτι. ἡμέρᾳ δὲ ὅλῃ καὶ νυκτὶ συνεχῶς ἐργασαμένων ἔστε ἐπὶ τέτταρας πήχεις ὕψους ἠγείρετο, καὶ ἕωθεν ὤφθη λαμπρὸν καὶ νεουργές, ἐκείνων οὐδὲ ἀκαρῆ χρόνον ἐνδιδόντων, διαδεχομένων δὲ ἀλλήλους καὶ ἀκοντιζόντων ἐς τοὺς ἐφεστῶτας τῷ κειμένῳ τείχει, τοῦτο ἐξέπληξε δεινῶς τὸν βάρβαρον. οὐ μὴν ἀπῆγεν εὐθὺς τὴν στρατιάν, ἀλλ’ αὖθις τοῖς αὐτοῖς χρῆται παλαίσμασι. δράσας δὲ οἶμαι καὶ παθὼν παραπλήσια ἀπῆγε τὴν στρατιὰν ὀπίσω, πολλοὺς μὲν ὑπὸ τῆς ἐνδείας δήμους ἀπολέσας, πολλὰ δὲ ἀναλώσας περὶ τοῖς χώμασι καὶ τῇ πολιορκίᾳ σώματα, σατράπας δὲ ἀνελὼν συχνούς, ἄλλον ἄλλο ἐπαιτιώμενος, τὸν μὲν ὅτι μὴ καρτερῶς ἐπεποίητο τὰ χώματα, εἶξε δὲ καὶ ἐπεκλύσθη παρὰ τῶν ποταμίων ῥευμάτων, τὸν δὲ ὡς φαύλως ἀγωνισάμενον ὑπὸ τοῖς τείχεσι, καὶ ἄλλους ἄλλας ἐπάγων αἰτίας ἔκτεινεν. ἔστι γὰρ εὖ μάλα τοῖς κατὰ τὴν Ἀσίαν βαρβάροις σύνηθες ἐς τοὺς ὑπηκόους τὰς αἰτίας τῆς δυσπραγίας ἀποσκευάζεσθαι, ὃ δὴ καὶ τότε δράσας ἀπιὼν ᾤχετο. καὶ ἄγει πρὸς ἡμᾶς εἰρήνην ἐκ τούτου, καὶ οὔτε ὅρκων οὔτε συνθηκῶν ἐδέησεν, ἀγαπᾷ δὲ οἴκοι μένων, εἰ μὴ στρατεύοιτο βασιλεὺς ἐπ’ αὐτὸν καὶ δίκην ἀπαιτοίη τοῦ θράσους καὶ τῆς ἀπονοίας. Ἆρά γε ἄξιον ταύτην παραβαλεῖν τὴν μάχην ταῖς ὑπὲρ τῶν νεῶν τῶν Ἑλληνικῶν καὶ τοῦ τείχους; ἀθρεῖτε δὲ ὧδε τὴν ὁμοιότητα καὶ τὸ διάφορον λογίζεσθε. Ἑλλήνων μὲν Αἴαντε καὶ οἱ Λαπίθαι καὶ Μενεσθεὺς τοῦ τείχους εἶξαν καὶ περιεῖδον τὰς πύλας συντριβομένας ὑφ’ Ἕκτορος καὶ τῶν ἐπάλξεων ἐπιβεβηκότα τὸν Σαρπηδόνα. οἱ δὲ οὐδὲ διαρραγέντος αὐτομάτως τοῦ τείχους ἐνέδοσαν, ἀλλὰ ἐνίκων μαχόμενοι καὶ ἀπεκρούοντο Παρθυαίους ξὺν Ἰνδοῖς ἐπιστρατεύσαντας. εἶτα ὁ μὲν ἐπιβὰς τῶν νεῶν ἀπὸ τῶν ἰκρίων ὥσπερ ἐρύματος πεζὸς διαγωνίζεται, οἱ δὲ πρότερον ἀπὸ τῶν τειχῶν ἐναυμάχουν, τέλος δὲ οἱ μὲν τῶν ἐπάλξεων εἶξαν καὶ τῶν νεῶν, οἱ δὲ ἐνίκων ναυσί τε ἐπιόντας καὶ πεζῇ τοὺς πολεμίους.

---

Julian the Emperor, Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg003.local001/.
