# Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας 7

Julian the Emperor, Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text-9/7

ἡγεῖτο δὲ αὐτὸς οὔτι κατὰ τὸν Τυφῶνα, ὃν ἡ ποιητικὴ τερατεία φησὶ τῷ Διὶ χαλεπαίνουσαν τὴν Γῆν ὠδῖναι, οὐδὲ ὡς γιγάντων ὁ κράτιστος, ἀλλ’ οἵαν ὁ σοφὸς ἐν μύθοις Πρόδικος τὴν Κακίαν δημιουργεῖ πρὸς τὴν Ἀρετὴν διαμιλλωμένην καὶ ἐθέλουσαν τὸν τοῦ Διὸς ἀναπείθειν παῖδα, ὅτι ἄρα αὐτῷ μάλιστα πάντων τιμητέα εἴη. προάγων δὲ ἐπὶ τὴν μάχην προυφέρετο τὰ τοῦ Καπανέως, βαρβαρίζων καὶ ἀνοηταίνων, οὔτι μὴν κατ’ ἐκεῖνον τῇ ῥώμῃ τῆς ψυχῆς πίσυνος οὐδὲ ἀλκῇ τοῦ σώματος, τῷ πλήθει δὲ τῶν ξυνεπομένων βαρβάρων, οἷς δὴ καὶ λείαν ἅπαντα προθήσειν ἠπείλει, ταξίαρχον ταξιάρχῳ καὶ λοχαγὸν λοχαγῷ καὶ στρατιώτην στρατιώτῃ τῶν ἐξ ἐναντίας αὐταῖς· ἀποσκευαῖς καὶ κτήμασιν, οὐδὲ τὸ σῶμα ἀφιεὶς ἐλεύθερον. αὔξει δὲ αὐτοῦ τὴν διάνοιαν ἡ βασιλέως δεινότης, καὶ ἐκ τῶν δυσχωριῶν εἰς τὰ πεδία κατάγει γανύμενον καὶ οὐ ξυνιέντα, δρασμὸν δὲ ἀτεχνῶς καὶ οὐ στρατηγίαν τὸ πρᾶγμα κρίνοντα. ταῦτά τοι καὶ ἁλίσκεται, καθάπερ ὄρνιθες καὶ ἰχθύες δικτύοις. ἐπειδὴ γὰρ ἐς τὴν εὐρυχωρίαν καὶ τὰ πεδία τῶν Παιόνων ἦλθε καὶ ἐδόκει λῷον ἐνταῦθα διαγωνίζεσθαι, τότε δὴ βασιλεὺς τούς τε ἱππέας ἐπὶ κέρως τάττει χωρὶς ἑκατέρου. Τούτων δὲ οἱ μέν εἰσιν αἰχμοφόροι, θώραξιν ἐλατοῖς καὶ κράνεσιν ἐκ σιδήρου πεποιημένοις σκεπόμενοι· κνημῖδές τε τοῖς σφυροῖς εὖ μάλα περιηρμοσμέναι καὶ περιγονατίδες καὶ περὶ τοῖς μηροῖς ἕτερα τοιαῦτα ἐκ σιδήρου καλύμματα· αὐτοὶ δὲ ἀτεχνῶς ὥσπερ ἀνδριάντες ἐπὶ τῶν ἵππων φερόμενοι, οὐδὲν ἀσπίδος δεόμενοι. τούτοις εἵπετο τῶν ἄλλων ἱππέων πλῆθος ἀσπίδας φέροντες, οἱ δὲ ἀπὸ τῶν ἵππων τοξεύοντες. πεζῶν δὲ ὁ μὲν ὁπλίτης ἦν ἐν τῷ μέσῳ συνάπτων ἐφ’ ἑκάτερα τοῖς ἱππεῦσιν· ἐξόπισθεν δὲ οἱ σφενδονῆται καὶ τοξόται καὶ ὁπόσον ἐκ χειρὸς βάλλει γυμνὸν ἀσπίδος καὶ θώρακος. οὕτω κοσμηθείσης τῆς φάλαγγος, μικρὰ τοῦ λαιοῦ κέρως προελθόντος ἅπαν τὸ πολέμιον συνετετάρακτο καὶ οὐκ ἐφύλαττε τὴν τάξιν. ἐγκειμένων δὲ τῶν ἱππέων καὶ οὐκ ἀνιέντων φεύγει μὲν αἰσχρῶς ὁ τὴν βασιλείαν αἴσχιον ἁρπάσας, λείπει δὲ αὐτοῦ τὸν ἵππαρχον καὶ χιλιάρχους καὶ ταξιάρχους πάνυ πολλοὺς καὶ ἐρρωμένως ἀγωνιζομένους, ἐπὶ πᾶσι δὲ τὴν ποιητὴν τοῦ τερατώδους καὶ ἐξαγίστου δράματος, ὃς πρῶτος ἐπὶ νοῦν ἐβάλετο μεταποιῆσαι τὴν βασιλείαν καὶ ἀφελέσθαι τοῦ γέρως ἡμᾶς. Καὶ τέως μὲν ἔχαιρε τῆς πρώτης πείρας οὐκ ἀποσφαλεὶς οὐδὲ ἁμαρτήσας, τότε δὲ ἐφεστώσας ξὺν δίκῃ ποινὰς ἀπαιτεῖται τῶν ἔργων καὶ ἄπιστον τιμωρίαν εἰσπράττεται. πάντων γὰρ ὁπόσοι τοῦ πολέμου τῷ τυράννῳ συνεφήψαντο ἐμφανὴς μὲν ὁ θάνατος, δήλη δ’ ἡ φυγὴ καὶ ἄλλων μεταμέλεια· ἱκέτευον γὰρ πολλοί, καὶ ἔτυχον ἅπαντες συγγνώμης, βασιλέως τὸν τῆς Θέτιδος ὑπερβαλλομένου μεγαλοφροσύνῃ. ὁ μὲν γάρ, ἐπειδὴ Πάτροκλος ἔπεσεν, οὐδὲ πιπράκειν ἁλόντας ἔτι τοὺς πολεμίους ἠξίου, ἀλλ’ ἱκετεύοντας περὶ τοῖς γόνασιν ἔκτεινεν· ὁ δὲ ἐκήρυττεν ἄδειαν τοῖς ἐξαρνουμένοις τὴν ξυνωμοσίαν, οὐ θανάτου μόνον ἢ φυγῆς ἤ τινος ἄλλης τιμωρίας ἀφαιρῶν τὸν φόβον, ὥσπερ δὲ ἔκ τινος ταλαιπωρίας καὶ ἄλης δυστυχοῦς τῆς ξὺν τῷ τυράννῳ βιοτῆς κατάγειν σφᾶς ἐπ’ ἀκεραίοις τοῖς πρόσθεν ἠξίου.

---

Julian the Emperor, Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg003.local001/.
