# Συμπόσιον ἢ Κρόνια 19

Julian the Emperor, Συμπόσιον ἢ Κρόνια, Section 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text/19

Ἑρμῆς δὲ ἐκήρυττεν· Ἄρχει μὲν ἀγὼν τῶν καλλίστων ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ μηκέτι μέλλειν. ἀλλὰ κλύοντες τὰν ἁμετέραν κήρυκα βοὰν οἱ πρὶν βασιλῆς, ἔθνεα πολλὰ δουλωσάμενοι καὶ πολέμοισι δάιον ἔγχος θήξαντες, ὁμοῦ γνώμης τε μέγαν πινυτόφρονα νοῦν, ἴτ’, ἐς ἀντίπαλον ἵστασθε κρίσιν, οἷς τε φρόνησιν τέλος ὀλβίστης θέσθαι βιοτῆς, οἷς τ’ ἀντιβίους κακὰ πόλλ’ ἔρξαι καὶ χρηστὰ φίλους τέκμαρ βιότου νενόμιστο καλοῦ, οἷς θ’ ἡδίστην ἀπόλαυσιν ἔχειν τέρματα μόχθων δαῖτάς τε γάμους τ’ , ὄμμασι τερπνά, μαλακάς τε φέρειν ἐσθῆτας ὁμοῦ λιθοκολλήτοις περὶ χεῖρας ἄκρας ψελίοισι φάνη μακαριστότατον. νίκης δὲ τέλος Ζηνὶ μελήσει.

---

Julian the Emperor, Συμπόσιον ἢ Κρόνια, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg010.local001/.
