# Συμπόσιον ἢ Κρόνια 37

Julian the Emperor, Συμπόσιον ἢ Κρόνια, Section 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text/37

Σιωπῆς δὲ γενομένης ἔφερον οἱ θεοὶ λάθρᾳ τὰς ψήφους. εἶτα ἐγένοντο πολλαὶ τῷ Μάρκῳ. κοινολογησάμενος δὲ ὁ Ζεὺς ἰδίᾳ πρὸς τὸν πατέρα προσέταξε κηρῦξαι τῷ Ἑρμῇ. ὁ δὲ ἐκήρυττεν, Ἄνδρες οἱ παρελθόντες ἐπὶ τουτονὶ τὸν ἀγῶνα, νόμοι παρ’ ἡμῖν εἰσι καὶ κρίσεις τοιαῦται γίνονται, ὥστε καὶ τὸν νικῶντα χαίρειν καὶ τὸν ἡττώμενον μὴ μέμφεσθαι. πορεύεσθε οὖν, εἶπεν, ὅποι φίλον ἑκάστῳ, ὑπὸ θεοῖς ἡγεμόσι βιωσόμενοι τὸ ἐντεῦθεν· ἑλέσθω δ’ ἕκαστος ἑαυτῷ τὸν προστάτην τε καὶ ἡγεμόνα. μετὰ τὸ κήρυγμα τοῦτο ὁ μὲν Ἀλέξανδρος ἔθει πρὸς τὸν Ἡρακλέα, Ὀκταβιανὸς δὲ πρὸς τὸν Ἀπόλλωνα, ἀμφοῖν δὲ ἀπρὶξ εἴχετο τοῦ Διὸς καὶ Κρόνου Μάρκος. πλανώμενον δὲ πολλὰ καὶ περιτρέχοντα τὸν Καίσαρα κατελεήσας ὁ μέγας Ἄρης ἥ τε Ἀφροδίτη παρ’ ἑαυτοὺς ἐκαλεσάτην· Τραϊανὸς δὲ παρὰ τὸν Ἀλέξανδρον ἔθει ὡς ἐκείνῳ συγκαθεδούμενος.

---

Julian the Emperor, Συμπόσιον ἢ Κρόνια, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg010.local001/.
