# Συμπόσιον ἢ Κρόνια 8

Julian the Emperor, Συμπόσιον ἢ Κρόνια, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/text/8

παρῆλθεν ἐπὶ τούτοις γέρων ὀφθῆναι καλός· λάμπει γὰρ ἔστιν ὅτε καὶ ἐν τῷ γήρᾳ τὸ κάλλος· ἐντυχεῖν πρᾳότατος, χρηματίσαι δικαιότατος. ᾐδέσθη τοῦτον ὁ Σειληνὸς καὶ ἀπεσιώπησεν. εἶτα ὁ Ἑρμῆς, Ὑπὲρ δὲ τούτου, εἶπεν, οὐδὲν ἡμῖν λέγεις; Ναὶ μὰ Δί’, ἔφη, μέμφομαί γε ὑμῖν τῆς ἀνισότητος. τῷ γὰρ φονικῷ θηρίῳ τρὶς πέντε νείμαντες ἐνιαυτοὺς ἕνα μόλις ἐδώκατε τούτῳ βασιλεῦσαι. Ἀλλὰ μὴ μέμφου, εἶπεν ὁ Ζεύς· εἰσάξω γὰρ ἐπὶ τούτῳ πολλοὺς κἀγαθούς. εὐθέως οὖν ὁ Τραϊανὸς εἰσήρχετο φέρων ἐπὶ τῶν ὤμων τὰ τρόπαια, τό τε Γετικὸν καὶ τὸ Παρθικόν. ἰδὼν δὲ αὐτὸν ὁ Σειληνὸς ἔφη, λανθάνειν τε ἅμα καὶ ἀκούεσθαι βουλόμενος, Ὥρα νῦν τῷ δεσπότῃ Διὶ σκοπεῖν, ὅπως ὁ Γανυμήδης αὐτῷ φρουρήσεται. Μετὰ τοῦτον ἐπεισέρχεται βαθεῖαν ἔχων τὴν ὑπήνην ἀνὴρ σοβαρὸς τά τε ἄλλα καὶ δὴ καὶ μουσικὴν ἐργαζόμενος, εἴς τε τὸν οὐρανὸν ἀφορῶν πολλάκις καὶ πολυπραγμονῶν τὰ ἀπόρρητα. τοῦτον δὲ ἰδὼν ὁ Σειληνὸς ἔφη, Τί δὲ ὑμῖν οὗτος ὁ σοφιστὴς δοκεῖ; μῶν Ἀντίνοον τῇδε περισκοπεῖ; φρασάτω τις αὐτῷ μὴ παρεῖναι τὸ μειράκιον ἐνθαδὶ καὶ παυσάτω τοῦ λήρου καὶ τῆς φλυαρίας αὐτόν.

---

Julian the Emperor, Συμπόσιον ἢ Κρόνια, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg010.local001/.
