# Apologia 41

Justin Martyr, Apologia, Chapter 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/justin-martyr/apologia/41

Καὶ πάλιν δ᾿ ἄλλης προφητείας μηνύον τὸ προφητικὸν πνεῦμα δι᾿ αὐτοῦ Δαυΐδ, ὅτι μετὰ τὸ σταυρωθῆναι βασιλεύσει ὁ Χριστ(??)ς, οὕτως εἶπεν· „Ἄισατε τῷ κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἀναγγείλατε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερὸς ὑπὲρ πάντας τοὺς θεούς· ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα δαιμονίων εἰσίν, ὁ δὲ θεὸς τοὺς οὐρανοὺς ἐποίησε. Δόξα καὶ αἶνος κατὰ πρόσωπον αὐτσῦ, καὶ ἰσχὺς καὶ καύχημα ἐν τόπῳ ἁγιάσματος αὐτοῦ· δότε τῷ κυρίῳ, τῷ πατρὶ τῶν αἰώνων, δόξην. Λάβετε χάριν καὶ εἰσέλθετε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε ἐν αὐλαῖς ἁγίαις αὐτοῦ· φοβηθήτω ἀπὸ προσώπου αἰτοῦ πᾶσα ἡ γῆ καὶ κατορθωθήτω καὶ μὴ σαλευθήτω. Εὐφρανθήτωσαν ἐν τοῖς ἔθνεσιν· ὁ κύριος ἐβασίλευσεν“ ἀπο τοῦ ξύλου.

---

Justin Martyr, Apologia, ed. Gerhard Rauschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0645.tlg001.local001/.
