Ancient Greek
Chapter 1
Justin Martyr, Dialogus cum Tryphone 1.1
Not analysed yet
Περιπατοῦντί μοι ἕωθεν ἐν τοῖς τοῦ ξυστοῦ περιπάτοις συναντήσας τις μετὰ καὶ ἄλλων· Φιλόσοφε, χαῖρε, ἔφη. Καὶ ἅμα εἰπὼν τοῦτο ἐπιστραφεὶς συμπεριεπάτει μοι· συνεπέστρεφον δ᾿ αὐτῷ καὶ οἱ φίλοι αὐτοῦ. Κἀγὼ ἔμπαλιν προσαγορεύσας αὐτόν· Τί μάλιστα :ἔφην.