Ancient Greek
Chapter 100
Justin Martyr, Dialogus cum Tryphone 100.2
Not analysed yet
Ἀπεκάλυψεν οὖν ἡμῖν πάντα ὅσα καὶ ἀπὸ τῶν γραφῶν διὰ τῆς χάριτος αὐτοῦ νενοήκαμεν, γνόντες αὐτὸν πρωτότοκον μὲν τοῦ θεοῦ καὶ πρὸ πάντων τῶν κτισμάτων [cf. Coloss, I, 15-17], καὶ τῶν πατριαρχῶν υἱόν, ἐπειδή, διὰ τῆς ἀπὸ γένους αὐτῶν παρθένου σαρκοποιηθείς, ἄνθρωπος ἀειδής καὶ ἄτιμος καὶ παθητὸς [cf. Is. ,LIII, 2, 3] ὑπέμεινε γενέσθαι.