Ancient Greek
Chapter 101
Justin Martyr, Dialogus cum Tryphone 101.3
Not analysed yet
Καὶ τὰ ἀκόλουθα· Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, καὶ ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν [Ps. ,XXI, 8-9]· τὰ αὐτὰ ὁμοίως ἐγγίνεσθαι αὐτῷ προεῖπεν. Οἱ γὰρ θεωροῦντες αὐτὸν ἐσταυρωμένον καὶ κεφαλὰς ἕκαστος ἐκίνουν [cf. MT. ,XVII, 39 et MC. ,XV. 29] καὶ [fol. 154] τὰ χείλη διέστρεφον, καὶ τοῖς μυξωτῆρσιν [cf. LUC, XXIII, 35] ἐν ἀλλήλοις διαρρινοῦντες ἔλεγον εἰρωνευόμενοι ταῦτα ἃ καὶ ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ γέγραπται· Υἱὸν θεοῦ ἑαυτὸν ἔλεγε, καταβὰς περιπατείτω· σωσάτω αὐτὸν ὁ θεός [cf. MT. ,XVII, 40-43; Mc. ,XV, 29-30; LUC, XXIII, 35].