Ancient Greek
Chapter 106
Justin Martyr, Dialogus cum Tryphone 106.4
Not analysed yet
Καὶ ὅτι ὡς ἄστρον ἔμελλεν ἀνατέλλειν αὐτὸς διὰ τοῦ γένους τοῦ Ἀβραάμ. ,Μωσῆς παρεδήλωσεν οὕτως εἰπών· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἡγούμενος ἐξ Ἰσραήλ [cf. Nomb. ,XXIV, 17]. Καὶ ἄλλη δὲ γραφή φησιν· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ [ZACH. ,VI, 12]. Ἀνατείλαντος οὖν καὶ ἐν οὐρανῷ ἅμα τῷ γεννηθῆναι αὐτὸν ἀστέρος, ὡς γέγραπται ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ [cf. MT. ,II, 2, 9, 10], οἱ ἀπὸ Ἀρραβίας μάγοι, ἐκ τούτου ἐπι[fol. 160]γνόντες, παρεγένοντο καὶ προσεκύνησαν αὐτῷ.