Ancient Greek
Chapter 11
Justin Martyr, Dialogus cum Tryphone 11.1
Not analysed yet
Οὕτε ἔσται ποτὲ ἄλλος θεός, ὦ Τρύφων, οὔτε ἦν ἀπ᾿ αἰῶνος, ἐγὼ οὕτως πρὸς αὐτόν, πλὴν τοῦ πονήσαντος καὶ διατάξαντος τόδε τὸ πᾶν. Οὐδὲ ἄλλον μὲν ἡμῶν, ἄλλον δὲ ὑμῶν ἡγούμεθα θεόν, ἀλλ᾿ αὐτὸν ἐκεῖνον τὸν ἐξαγαγόντα τοὺς πατέρας ὑμῶν ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ [cf. Deut. ,v, 45, et Ps. . CXXXV. 12]· οὐδ᾿ εἰς ἄλλον τινὰ ἠλπίκαμεν. οὐ γὰρ ἔστιν, ἀλλ᾿ εἰς τοῦτον εἰς ὃν καὶ ὑμεῖς, τὸν θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Ἠλπίκαμεν δὲ οὐ διὰ Μωσέως οὐδὲ διὰ τοῦ νόμου· ἦ γὰρ ἂν τὸ αὐτὸ ὑμῖν ἐποιοῦμεν.