Ancient Greek
Chapter 111
Justin Martyr, Dialogus cum Tryphone 111.4
Not analysed yet
Ἔμελλεν οὖν ὁ θεὸς πλανᾶσθαι, [fol. 164] εἰ μὴ τὸ σημεῖον τοῦτο ἐπὶ τῶν θυρῶν ἐγεγόνει [cf. Exod. ,XII, 13]; Οὔ φημι ἐγώ, ἀλλ᾿ ὅτι προεκήρυσσε τὴν μέλλουσαν δι᾿ αἵματος τοῦ Χριστοῦ γενήσεσθαι σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων. Καὶ γὰρ τὸ σύμβολον τοῦ κοκκίνου σπαρτίου, οὗ ἔδωκαν ἐν Ἱεριχῶ οἱ ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ πεμφθέντες κατάσκοποι Ῥαὰβ τῇ πόρνῃ, εἰπόντες προσδῆσαι αὐτὸ τῇ θυρίδι, δι᾿ ἧς αὐτοὺς ἐχάλασεν ὅπως λάθωσι τοὺς πολεμίους [cf. Jos. ,II, 18–21], ὁμοίως τὸ σύμβολον τοῦ αἵματος τοῦ Χριστοῦ ἐδήλου, δι᾿ οὗ οἱ πάλαι πόρνοι καὶ ἄδικοι ἐκ πάντων τῶν ἐθνῶν σώζονται, ἄφεσιν ἁμαρτιῶν λαβόντες καὶ μηκέτι ἁμαρτάνοντες.