Ancient Greek
Chapter 112
Justin Martyr, Dialogus cum Tryphone 112.2
Not analysed yet
Ὁ ὄφις ἄρα νοηθήσεται σεσωκέναι τὸν λαὸν τότε, ὅν, ὡς προεῖπον, κατηράσατο ὁ θεὸς τὴν ἀρχήν [cf. Gen. ,III, 14], καὶ ἀνελεῖ διὰ τῆς μεγάλης μαχαίρας, ὡς Ἡσαίας βοᾷ [Is. ,XXVII, 1]; Καὶ οὕτως ἀφρόνως παραδεξόμεθα τὰ τοιαῦτα, [fol. 164] ὡς οἱ διδάσκαλοι ὑμῶν φασι, καὶ οὐ σύμβολα; Οὐχὶ δὲ ἀνοίσομεν ἐπὶ τὴν εἰκόνα τοῦ σταυρωθέντος Ἰησοῦ τὸ σημεῖον, ἐπεὶ καὶ Μωσῆς διὰ τῆς ἐκτάσεως τῶν χειρῶν σὺν τῷ ἐπικληθέντι Ἰησοῦ ὀνόματι καὶ νικᾶν τὸν λαὸν ὑμῶν εἰργάζοντο;