Ancient Greek
Chapter 113
Justin Martyr, Dialogus cum Tryphone 113.1
Not analysed yet
Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Ἰησοῦν, ὡς προέφην πολλάκις, Αὐσῆν καλούμενον, ἐκεῖνον τὸν μετὰ τοῦ Χαλὲβ κατάσκοπον εἰς τὴν Χαναὰν ἐπὶ τὴν γῆν ἀποσταλέντα, Ἰησοῦν Μωσῆς ἐκάλεσε [cf. Nombr. . XIII, 17]. Τοῦτο σὺ οὐ ζητεῖς δι᾿ ἣν αἰτίαν ἐποίησεν, οὐκ ἀπορεῖς, οὐδὲ φιλοπευστεῖς· τοιγαροῦν λέληθέ σε ὁ Χριστός, καὶ ἀναγινώσκων οὐ συνίης, οὐδὲ νῦν, ἀκούων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἡμῶν, συλλογίζῃ οὐκ ἀργῶς οὐδ᾿ ὡς ἔτυχεν ἐκείνῳ τεθεῖσθαι τοὔνομα.