Ancient Greek
Chapter 114
Justin Martyr, Dialogus cum Tryphone 114.2
Not analysed yet
Ὅταν λέγῃ διὰ Ἡσαΐου· Αὐτὸς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος [Is. ,LIII, 7], ὡς ἤδη τοῦ πάθους γενομένου λέγει. Καὶ ὅταν πάλιν λέγῃ· Ἐγὼ ἐξεπέτασα τὰς χεῖράς μου ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα [Is. ,LXV, 2], καὶ ὅταν λέγῃ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν [IS. ,LIII, 1]; ὡς ἤδη γεγενημένων πραγμάτων ἐξαγγελίαν οἱ λόγοι σημαίνοντες λελεγμένοι εἰσί. Καὶ γὰρ ἐν παραβολῇ λίθον πολλαχοῦ καλεῖν ἀπέδειξα τὸν Χριστὸν καὶ ἐν τροπολογίᾳ Ἰακὼβ καὶ Ἰσραήλ.