Ancient Greek
Chapter 115
Justin Martyr, Dialogus cum Tryphone 115.2
Not analysed yet
Καὶ κατακληρονομήσει κύριος τὸν Ἰούδαν καὶ τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ ἐκλέξεται ἔτι τὴν Ἱερουσαλήμ. Εὐλαβείσθω πᾶσα σάρξ ἀπὸ προσώπου κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ. Καὶ ἔδειξέ μοι Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου· καὶ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι κύριος ἐν σοί, ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Οὐχὶ ἰδοὺ τοῦτο δαλὸς ἐξεσπασμένος ἐκ πυρός [ZACH. ,II, 10-III, 2];