# Dialogus cum Tryphone 118.2

Justin Martyr, Dialogus cum Tryphone, Chapter 118. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/justin-martyr/dialogus-cum-tryphone/118.2

Καὶ Νάθαν δὲ ὁμοίως περὶ τούτου λέγων πρὸς Δαυῒδ οὕτως ἐπήνεγκεν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν, καὶ τὸ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ᾿ αὐτοῦ, καθὼς ἐποίησα ἀπὸ τῶν ἔμπροσθεν αὐτοῦ· καὶ στήσω αὐτὸν ἐν τῷ οἴκῳ μου καὶ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος [II R., VII, 14-16]. Καὶ τὸν ἡγούμενον δὲ ἐν τῷ οἴκῳ οὐκ ἄλλον Ἰεζεκιὴλ [cf. EZ., XLIV, 3] λέγει ἢ τοῦτον αὐτόν. Οὗτος γὰρ ἐξαίρετος ἱερεὺς καὶ αἰώνιος βασιλεύς, ὁ Χριστός, ὡς υἱὸς θεοῦ· οὗ ἐν τῇ πάλιν παρουσίᾳ μὴ δόξητε λέγειν Ἡσαΐαν ἢ τοὺς ἄλλους προφήτας θυσίας ἀφ᾿ αἱμάτων ἢ σπονδῶν ἐπὶ τὸ θυσιαστήριον ἀναφέρεσθαι, ἀλλὰ ἀληθινοὺς καὶ πνευματικοὺς αἴνους καὶ εὐχαριστίας.

---

Justin Martyr, Dialogus cum Tryphone, ed. Georges Archambault. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0645.tlg003.local001/.
