Ancient Greek
Chapter 119
Justin Martyr, Dialogus cum Tryphone 119.3
Not analysed yet
Καὶ μετὰ τὸ ἀναιρεθῆναι τὸν δίκαιον [cf. Is. ,III, 10 et LVII, 1] ἐκεῖνον ἡμεῖς λαὸς ἕτερος ἀνεθήλαμεν, καὶ ἐβλαστήσαμεν στάχυες καινοὶ καὶ εὐθαλεῖς, ὡς ἔφασαν οἱ προφῆται· Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ τῆς γῆς πάσης [cf. ZACH. ,II, 11]. Ἡμεῖς δὲ οὐ μόνον λαὸς ἀλλὰ καὶ λαὸς ἅγιός ἐσμεν, ὡς ἐδείξαμεν ἤδη. Καὶ καλέσουσιν αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ κυρίου [cf. Is. ,LXII, 12].