Ancient Greek
Chapter 119
Justin Martyr, Dialogus cum Tryphone 119.6
Not analysed yet
Ὃν γὰρ τρόπον ἐκεῖνος τῇ φωνῇ τοῦ θεοῦ ἐπίστευσε καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην [cf. Gal. ,III, 7], τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς τῇ φωνῇ τοῦ θεοῦ, τῇ διά τε τῶν ἀποστόλων τοῦ Χριστοῦ λαληθείσῃ πάλιν καὶ τῇ διὰ τῶν προφητῶν κηρυχθείσῃ ἡμῖν, πιστεύσαντες μέχρι τοῦ ἀποθνήσκειν πᾶσι τοῖς ἐν τῷ κόσμῳ ἀπεταξάμεθα. Ὁμοιόπιστον οὗν τὸ ἔθνος καὶ θεοσεβὲς καὶ δίκαιον, εὐφραῖνον τὸν πατέρα [cf. Prou. ,X, 1], ὑπισχνεῖται αὐτῷ, ἀλλ᾿ οὐχ ὑμᾶς, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς [cf. Deut. ,XXXII, 20].